On Fire
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.
Διὰ τί δ᾽ ἐκ μὲν ξύλων γίνεται πυρεῖα καίπερ οὐκ ἐκπηδῶντος πυρὸς, ἐκ δὲ λίθων ἐκπηδῶντος ἧττον γίνεται; τοῦτο δὲ οὐκ ἔστιν ἀληθὲς, ἐκ πολλῶν γὰρ γίνεται μᾶλλον καὶ θᾶττον. οὐ μὴν ἀλλ᾽ εᾶπερ, ἐκείνην ὑποληπτέον τὴν αἰτίαν ὅτι τὸ μὲν ξύλον εὐθύς ὑπεκκαῖον ἔχει συγγενῶν ἐνόντων τῷ πυρί· κἂν μὴ παρῇ τοιοῦτον, θᾶττον πυροῦται δι᾽ ἀσθένειαν· ὁ δὲ λίθος οὐκ ἔχει κατάξηρος ὤν. διὸ καὶ τῷ ἐκπηδῶντι εὐθύς πεπυρωμένον προσάγουσιν.
ἅπτεται δὲ βέλτιον ἐν βορείοις ἢ νοτίοις τὰ πυρεῖα διότι ξηρότερα ὄντα θᾶττον καὶ δι᾽ ἐλάττονος τρίψεως ἐκθερμαίνεται. διὰ τοῦτο γὰρ οὐδ᾽ ἐκ τῶν τυχόντων ξύλων ἀλλ᾽ ἐξ ὡρισμένων τινῶν γίνεται· δεῖ γὰρ ἔχειν τινὰ συμμᾶτρίαν. ἄριστα δὲ οἱ μὲν ἐκ κιττοῦ φασίν, οἱ δ᾽ ἐκ τῆς καλουμένης ἀθραγένης τὴν ἐσχάραν τὸ δὲ τρύπανον δάφνης· οὐ γὰρ ἐκ τοῦ αὐτοῦ ποιοῦν καὶ πάσχον ἀλλ᾽ ἕτερον εὐθὺς κατὰ φύσιν. ἀγαθὰ δὲ καὶ ἐκ ῥάμνου καὶ μᾶλλον εἰς τὴν ἐσχάραν· πρὸς δὲ τῷ ξηρὰν καὶ ἄχυμον εἶναι καὶ μανότητά τινα ἔχει, δεῖ δὲ τοῦθ᾽ ὑπάρχειν ἵν᾽ ἡ τρίψις ἰσχύῃ· τὸ δὲ τρύπανον ἀπαθέστερον εἶναι, διὸ τῆς δάφνης ἄριστον· ἅμα γὰρ ἀπαθὲς ὂν ἐργάζεται τῇ
Ἐπεὶ δὲ ἄνευ ὑγρότητος ἢ ἀναθυμιάσεώς τινος οὐκ ἔστι θερμότης διὰ τοῦθ᾽ ἡ κονία καίει μᾶλλον ἢ καὶ ἁπλῶς ὕδατος ἐπιχεομένου· ἔστι γὰρ ὕλη τῷ ἐγκαταλελειμμένῳ πυρὶ ὥσπερ ἐλλύχνιον· καὶ οὐθ᾽ ἡ παλαιὰ σφόδρα οὔθ᾽ ἡ λεία ἀλλ᾽ ἡ ἀρτίκαυστος καὶ
βωλοειδής· τῆς μὲν γὰρ ὁ χρόνος ἐξῄρηται διὰ τὴν ἀναπνοὴν, ἡ δὲ μικρομερὴς ἄγαν ὀλίγον ἔχει μικρὸν δὲ ὂν τὸ πῦρ ἀσθενές.ἔοικε δὲ καὶ τὸ περὶ τὴν γuψψον τὴν φοινικικὴν τοιοῦτον εἶναι· φασὶ γὰρ κεκαυμένην κἀναφυρωμένην καἴειν. οὐδὲν γὰρ διαφέρει σύμφυτον καὶ ἐπακτὸν ἔξωθεν ἔχειν τὸ θερμόν. ἐμφαίνει δέ πως καὶ τὸ νίτρον τὸ κεκαυμένον ἐν τῷ ὀρύττεσθαι τὴν τοιαύτην δύναμιν· ὅταν γὰρ ὕδωρ μικρὸν ἐπιχυθῇ διαθερμαίνει καὶ αἴσθησιν ἐμποιεῖ κατὰ τὴν ἁφήν. ἀεὶ δὲ δεῖ συμμετρίας τινὸς εἰς ἅπαντα τὰ τοιαῦτα πρὸς τὸ κρατεῖσθαι.
διὰ τοῦτο γὰρ καὶ ὁ οἶνος ὁ χεόμενος ἐπὶ τὴν φλόγα καθάπερ τοῖς σπένδουσιν ἐκλάμπει, καὶ ἡ θάλαττα ὅταν ἀποσβεννύωσιν, ἐὰν δ᾽ ἔλαττον καὶ τὸ ὕδωρ· συστελλόμενον γὰρ καὶ ἀθροισθὲν ἰσχυρότερον. ἐν δὲ τῇ πίττῃ τῇ καιομένῃ μᾶλλον ὅτι σφοδροτέρα καὶ πλείων ἡ φλὸξ ὥστε καὶ ἐκπηδᾷν καὶ κατακαίειν τὰς οἰκίας· διακρίνεται γὰρ τὸ ἔμπιπτον κρατηθὲν καὶ
Ψόφος δὲ γίνεται πυρουμένου διὰ τὸ μάχεσθαι τὸ θερμὸν καὶ τὸ ὑγρὸν, ὅπερ συμβαίνει κατὰ τὴν σβέσιν· ἀὴρ γάρ τις ὁ ψοφῶν κατὰ τὴν ἐναπόληψιν καὶ ἐνταῦθα καὶ ἐκεῖ. ταῦτα δὲ καὶ ἐπὶ τῶν λύχνων ἐστὶν ὁρᾷν ὅταν ὕδωρ ἔχῃ τὸ ἔλαιον· τὸ γὰρ ὕδωρ σβέννυσι. καὶ τὰ φύλλα δὲ τὰ τῆς δάφνης καὶ τοῦ κιττοῦ καὶ τὰ ἄλλα τὰ τοιαῦτα πηδᾷ διὰ πυκνότητα καὶ διὰ τὸ ἔχειν πολὺ τὸ ὑγρόν· ἐξαεροῦται γὰρ πολὺ καὶ οὐ δίεισι τῇ πυκνότητι, διὸ καὶ ὁ ψόφος.