On Fire

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

αἱ δὲ τῶν ὑγρῶν δυνάμις αἱ σβεστικώτεραι τῷ παρεισδύεσθαι μάλιστα εἰς τὴν ἀρχὴν ὥσπερ ἐλέχθη περὶ τοῦ ὄξους. ἐὰν δὲ ἅμα καὶ γλίσχρον τι μιχθῇ μᾶλλον ἔτι· τὸ μὲν γὰρ διαδὺν δύναιτ᾽ ἂν διοδοποιεῖν, τὸ δὲ ὥσπερ ἐπαλείφει καὶ ἐπιπωματίζει. διά τοι τοῦτο σβεστικώτατον εἶναί φασιν ἐάν τις μίξῃ τὸ ὄξος ὠοῦ τῷ λευκῷ· τὸ μὲν γὰρ γλίσχρον τὸ δὲ διαδυτικόν· καὶ πρὸς τὰς ἐμπρήσεις τῶν μηχανωμάτων τοῦτο μάλιστα βοηθεῖν.

ἐὰν δὲ ἅμα τῇ ὑγρότητι τῇ τοιαύτῃ καὶ τὸ ψυχρὸν προσῇ φύσει καὶ τοῦτο συνεργεῖν εἰς τὴν σβέσιν ὅπερ καὶ περὶ τὴν σαλαμάνδραν εἶναι· ψυχρὸν γὰρ τῇ φύσει τὸ ζῶον καὶ ἡ ἀπορρέουσα ὑγρότης γλίσχρα. καὶ ἅμα χυλόν τινα ἔχουσα τοιοῦτον, ὥστε διικνεῖσθαι πορρωτέρω. σημεῖον δὲ καὶ τὰ ὕδατα ὀλέθρια γίνεσθαι καὶ τοὺς καρποὺς ἐὰν καταμιχθῇ, καὶ μᾶλλον τεθνεώσης.

ἔτι δὲ καὶ τὸ νωθὲς τῆς πορείας συνεργεῖ· πλείω γὰρ χρόνον ἐπιμένον μᾶλλον σβέννυσιν· ἡ δὲ σβέσις οὐκ ἐὰν ὁποσονοῦν πῦρ, ἀλλ᾽ ἐὰν σύμμετρον πρὸς τὴν φύσιν καὶ τὴν δύναμιν, καὶ εἰς ὃ ἂν μὴ ἐπιχρονίσῃ πάλιν ἀναζωπυρεῖται. σύμφωνον δὲ τούτῳ καὶ τὸ τὰ ἰξούμενα μὴ καίεσθαι, διὸ καὶ ἔνια πρὸς τὸ μὴ πάσχειν ἀλείφουσι· ψυχρὸν γὰρ δὴ καὶ γλίσχρον ὁ ἰξός, ὥστε διὰ τὴν πυκνότητα μὴ δέχεσθαι καὶ διὰ τὸ ψνχρὸν σβεννύναι. τούτων μὲν οὖν αὗται αἱ αἰτίαι.