On Fire
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.
ἓν δέ τι τῶν ὑπὸ τοῦτο καὶ τὸ διαμένειν ἐστὶ τὸ πῦρ ἐγκρυφθέν· περιστέγει γὰρ ἡ τέφρα καὶ κωλύει τὸν ἀέρα τὸν ἔξωθεν προσπίπτοντα σβεννύναι, σβεννύει γὰρ τὸ ψυχρὸν, καὶ τὴν ἀπορροὴν μὴ γίγνεσθαι τὴν τοῦ πυρός· καὶ γὰρ οὕτως ἐκμαραίνεται καταναλισκομένου τοῦ ὑγροῦ· μηδ᾽ αὐγὴν, εἴ τις ἄρ᾽ ἐστὶ, συναθροίζεσθαι καθάπερ πρὸς τοῦ πνιγέος, ἀλλ᾽ ἔχειν δίοδον ἱκανήν. τὸ δὲ δοκοῦν ὑπεναντίον εἶναι τούτῳ διότι μὴ ἐγκρυφθὲν θᾶττον φθείρεται ἢ ἀφαιρούντων τὴν τέφραν ἢ ὑφαιρούντων οὐκ ἔστιν ὑπεναντίον· διὰ γὰρ τὴν ὀλιγότητα τὴν αὐτῆς οὕτε κωλύειν δύναται τὸν ἀέρα προσπίπτειν οὔτε πάλιν εἰς τὴν ἀπορροὴν ἰέναι τοσαύτην ὥστε ἀμύνεσθαι καὶ κρατεῖν τοῦ προσπίπτοντος, ὅπερ εἰ γυμνὸν ἦν ἐποίει ἂν μᾶλλον· ὥστ᾽ εὐλόγως ἀναλίσκεται
Φθοραὶ γὰρ πυρὸς πλείους· ἡ μὲν ὥσπερ φυσική τις ἐξαναλισκομένου τοῦ ὑγροῦ καὶ ἁπλῶς τοῦ καυστοῦ· τότε γὰρ ὥσπερ φθίνει καὶ μαραίνεται. αἱ δ᾽ ἔξωθεν. ὧν ἓν μέν τι γένος αἱ ὑπὸ τῶν ὁμογενῶν ἃς ὀλίγῳ πρότερον εἴπομεν. ἄλλαι δὲ ὑπὸ ψυχροῦ καὶ ὑγροῦ, μᾶλλον οἰκεῖαι δόξασαι τῶν
ὑπὸ τοῦ ὁμογενοῦς· τὰ γὰρ ἐναντία φθαρτικὰ φύσει τῶν ἐναντίων. διὸ δὴ καὶ ἡ προσπίπτουσα ψυχρότης εἰς τὸ τετεφρωμένον πῦρ σβέννυσιν.ἡ δ᾽ ὑγρότης καὶ θερμὴ καὶ ψυχρὰ οὖσα διαδύεται καὶ καταφθείρει τὴν ἀρχήν· ἐπεὶ καὶ ἡ φύσει καυστὴ καθάπερ ἡ λιπαρὰ πλείων ἐπιρρέουσα τῆς ἱκανῆς. ἔτι τοῦ τε φλογώδους --- καὶ ὑπὸ πνεύματος μεγέθους· καὶ γὰρ οὗτος σβέννυται φθειρόμενος καὶ οὐχ ὥσπερ κατισχυομένης τῇ μείζονι κινήσει ἀλλὰ τρόπον τινὰ καταφθειρομένης καὶ ἐνταῦθα τῆς ἀρχῆς.
διὸ καὶ ὅταν ἐπιτεθῇ τι τοῖς λύχνοις ἧττον σβέννυνται· καὶ οὕς γε δὴ νῦν ποιοῦσι τοὺς χαλκοῦς, οἷς ἐπὶ τῶν λύχνων χρῶνται, τὸ ὅλον οὐδὲ σβέννυνται πλὴν ἐὰν ἔκτοπον ἐπιγένηται πνεῦμα· οὐ γὰρ ἔχον οὐδαμῆ παρείσδυσιν οὐχ ἃπτεται τῆς ἀρχῆς· ἓως δ᾽ ἂν αὕτη μένῃ καθάπερ ὕδατος πηγὴ μώνει καὶ ἡ φλόξ.
σβέννυται δὲ καὶ ἐάν τις ἀποστεγάσῃ πανταχῆ καὶ ἐἀν μηδεμίαν ἀναπνοὴν διδῷ· διὸ καὶ ἐν τῇ τέφρᾳ ἐγκρύπτουσι τοῦτ᾽ εὐλαβούμενοι· κωλυόμενον γὰρ ἀπορρεῖν αὐτὸ ἐν ἑαυτῷ θλίβεται. καὶ ἐάν τις καταθλίβῃ τοὺς δαλοὺς ἢ τοὺς ἄνθρακας ὥσπερ καὶ τοὺς λύχνους, ἀποσβέννυσιν· ἐπεὶ καὶ τὸ ἐν τοῖς μεγάλοις λύχνοις διὰ τοιαύτην τινὰ αἰτίαν σβέννυται· παχὺς γὰρ ὢν ὁ ἀὴρ καὶ ἀκίνητος οἷον καταπιέζει καὶ θλίβει καθαπερεί τι στερεὸν ὃ οὐ δύναται διαβιάσασθαι τὸ πῦρ· κενὸν γὰρ δὴ ζητεῖ πρὸς ὃ καὶ ἐν ᾧ ἡ φυρά.
διὰ τοῦτο δὲ καὶ τὸν πνιγμὸν ποιεῖ τοῖς ἐργαζομένοις ὁ ἀὴρ ὅτι παχύς τε καὶ ἠρεμῶν· οὐ γὰρ διαδίδωσι τῇ ἐκπνοῇ. διὸ καὶ τὰ ψυχαγωγεῖα ποιοῦσιν ὅπως λεπτύνηται τῇ κινήσει καὶ ἅμα μεταβάλλων διδῷ χώραν. ὅτι δὲ ὁ παχὺς δύσπνους φανερὸν μὲν καὶ ἁπλῶς λεχθὲν, οὐ μὴν ἀλλὰ καὶ ὁμιχλώδη καὶ θολερώδη διαμαρτυροῦσι· καὶ τούτων μὲν τοιαύτας ἄν τις ὑπολάβοι τὰς
αἰτίας.ὅτι δὲ ἡ ἀρχὴ φθειρομένη κυριωτάτη πρὸς τὴν σβέσιν κἀκεῖθεν φανερόν. τὴν γὰρ πίτταν καιομένην τὸ μὲν ὕδωρ οὐ σβέννυσι τὸ δ᾽ ἔλαιον σβέννυσιν ὅτι διαδύεται λεπτότερον ὂν πρὸς τὴν ἀρχὴν· καίτοι μάλιστα εὔκαυστον. ἀλλ᾽ ὅτε ἂν ἀπολάβῃ καὶ θλίβῃ ταύτην ἔσβεσεν, ὥσπερ καὶ τοὺς λύχνους πλεῖον ἐπιρρέον πάλιν δὲ τὸ ὄξος σβεστικώτερον τοῦ ὕδατος διὰ τὴν αὐτὴν αἰτίαν θερμότατον ὂν τῶν λοικῶν· εἰσδύεται γὰρ μάλιστα καὶ πλεῖστον ὥστε θιγγάνειν τῆς ἀρχῆς. οὐ γὰρ ᾗ ψυχρὸν σβέννυσι πάντως τὸ ψυχρὸν — τοῦτο δὲ δῆλον ὅτι καὶ τὸ ζέον ὕδωρ —, ἀλλ᾽ ᾗ τὴν ἀρχὴν ἐπικλείει καὶ καταλαμβάνει.
συντεθέντα μὲν οὖν ἄμφω, τό θ᾽ ὑγρὸν καὶ τὸ ψυχρὸν, μᾶλλον φθείρει· γίγνεται γὰρ τοῖς ἐναντίοις ὑπὸ τῶν ἐναντίων ἡ φθορά. τὸ γὰρ πῦρ θερμὸν καὶ ξηρόν. οὐ μὴν ἀλλὰ καὶ χωριζόμενον ἑκάτερον φθαρτικόν. ὁ μὲν γὰρ ἀὴρ ᾗ ψυχρὸς σβέννυσι, τὸ δὲ ὕδωρ ᾗ ὑγρόν. καὶ αὗται μὲν ἐοίκασιν ὥσπερ φυσικαῖς τισὶ τοῖς ἐναντίοις ὑπὸ τῶν ἐναντίων γιγνόμεναι, ἡ δ᾽ ὑφ᾽ ἑαυτοῦ καθαπερεὶ παρὰ φύσιν οὐκ ἔστι δὲ παρὰ φύσιν τὸ τὴν ἐλάττω κρατεῖσθαι δύναμιν ὑπὸ τῆς μείζονος.
φθείρει δὲ καὶ τὰ οἰκείως φθαρτικὰ ταῖς ὑπερβολαῖς· ἐπεὶ μέχρι γέ του συναύξει λαμβάνοντα συμμετρίαν, οἷον τὸ μὲν ὑγρὸν αὐτὸ καιόμενον τὸ δὲ ψυχρὸν συνθλίβον καὶ ἰσχυρότερον ποιεῖ. τὸ δὲ πνεῦμα τῇ κινήσει συνεκκάει καὶ ζωπυρεῖ. διὸ καὶ οἱ λύχνοι πλέον ἔλαιον ἀναλίσκουσιν ἐν τοῖς πνεύμασι· καὶ τὰ ξύλα θᾶττον κατακαίεται σφοδροτέρας καὶ πλείονος τῆς κινήσεως γινομένης, ἡ δὲ μείζων καὶ ἀσύμμετρος ἀπέσβεσε.