On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἐνδέχεσθαι δὲ δοκεῖ καὶ φαίνεσθαι πλεῖον διὰ τὸ ὑδατῶδες καὶ τὴν ἀμόργην· ἐπεὶ ὅτι γε ἔχουσι τὸ ἔλαιον πρὸ τοῦ μελανθῆναι φανερὸν καὶ ὅτι καθαρώτερον καὶ λευκότερον· ἐκ γὰρ τῶν φαυλίων ὠμῶν τὸ λευκόν· τὸ δ᾽ ἐμφαίνειν τινὰ πικρότητα τῶν λευκῶν θλιβομένων οὐδὲν ἄτοπον εἰ ὕστερον ἐκπεφθεῖσα παύεται. τοῦτο γὰρ οὐκ ὀλιγότητος καὶ πλήθους σημεῖον ἀλλ᾽ ὅτι συναπολαύει τι τοῦ πέριξ ὁ χυλὸς ὥσπερ καὶ τῶν ἀγγείων. ὅτι δὲ οὐκ ἀναμένει τὴν τοῦ περικαρπίου πέψιν φανερόν· ῥεῖ γὰρ ἐκ τῶν λευκῶν. ὥστε οὐδὲ δυνάμει καὶ ἐνεργείᾳ διαιρεῖν ἐστιν ὅτι τὴν ὕλην ἐξ ἧς μέλλει πρότερον ἔχει.
τίς οὖν ἡ αἰτία καὶ τίς ὁ τρόπος εἴπερ ἀληθὲς ἢ ἁπλῶς ἢ ὡς βραχεῖ τινι πλέον; ἀμφότερα γὰρ ἄλογα μεῖζον δὲ θάτερον. ἢ πρῶτον μὲν οὐχ ἡ αὐτὴ πέψις τοῦ τε χυλοῦ καὶ τοῦ περικαρπίου πρὸς ἐδωδήν· τὸ μὲν γὰρ δεῖ προσφιλὲς εἶναι τῇ γεύσει τοῦτο δ᾽ ἐν ἀλλοιώσει τοῦ γεώδους, ὡς δ᾽
ἔνιοί φασι σήψει, καὶ γὰρ ἡ δρυπεπὴς ἐν σήψει· τὸ δ᾽ ἔλαιον αὐτῇ τῇ τοῦ χυλοῦ μεταβολῇ· τοῦτο δ᾽ ὅσῳ χαλεπώτερον οὐκ ἄλογον ὑπὸ τοῦ πλείονος θερμοῦ δημιουργεῖσθαι καὶ εὐθὺς ἀναπομίκτῳ χυλῷ τῷ γεώδει καὶ ὑδατώδει.πρὸς Ἀρκτοῦρον μὲν οὖν ἄμφω ταῦτ᾽ ἐστίν· καὶ γὰρ ἡ ὥρα θερμοτέρα καὶ ὁ χυλὸς ἀμιγέστερος. μετ᾽ Ἀρκτοῦρον δ᾽ ἐναντίως· αὔξεται γὰρ ἡ σάρξ τότε καὶ τελεοῦται. ὅτι δ᾽ οὐκ ἐν πλήθει τροφῆς οὐδ’ ἐν εὐσαρκίᾳ τῶν ἐλαῶν τὸ τοῦ ἐλαίου πλῆθος ἐκ πολλῶν φανερόν· αἵ τε γὰρ ἐπομβρίαι ποιοῦσιν ἔλαττον αἵ τ᾽ ἀρδόμεναι χεῖρον ῥέουσιν· ὧν δὲ ἡ σάρξ πολλὴ ὁ δὲ πυρὴν μικρὸς ὀλιγοέλαιοι καθάπερ αἱ φαυλίαι ὡς ἐνταῦθα τῆς φύσεως κεκμηκυίας.
οὐδὲ δὴ ἐν τοῖς ψυχροῖς ἴσχουσιν ἀλλὰ σάρκα πολλήν. ὃ καὶ ἀποροῦσιν διὰ τί ἡ μὲν ἄμπελος ἐν τοῖς χειμεριωτάτοις ἔχει χυλὸν ἡ ἐλάα δ᾽ οὔ. αἴτιον δὲ τό τε νῦν εἰρημένον ὅτι εἰς τὴν σάρκα ἡ δύναμις τοῦ βότρυος δ᾽ ὁ χυλὸς ἐν αὐτῇ τῇ σαρκὶ καὶ ἔτι πρότερον ἴσως καὶ κυριώτερον ὅτι ἡ θερμότης ἡ ποιοῦσα τοὔλαιον ἀσθενής· ἦρι μὲν γὰρ οὐ γίνεται, τὸ δὲ θέρος οὐ καλὸν ἀλλὰ τὸ μετόπωρον, οὐκέτι δὲ δύναται ἐν τούτῳ κατακρατεῖν ὁ ἥλιος, ὃ καὶ σημεῖον ἄν τις λάβοι διὰ τί τοῦ θέρους γίνεται· τὸν μὲν γὰρ οἰνώδη καὶ ὑδατώδη χυλὸν δύναται τὸ ψύχος ἐκπέττειν τὸν ἐλαιώδη δ᾽ ἀδύνατον.
τὰ ὕδατα δὲ τὰ ἐκ διὸς γινόμενα καὶ τὰ ἐκ τῶν ὀχετῶν ἄρδοντα τὴν σάρκα πληθύει καθάπερ εἴρηται τὸ δ᾽ ἔλαιον ἄμικτον ὥσπερ καὶ ὅταν τοῦ περικαρπίου χωρισθῇ. ἐν Αἰγύπτῳ δὲ τὸ μὲν τῶν αἰγυπτίων καλουμένων ἐλαῶν γένος τῶν πολυσάρκων τε καὶ μεγάλων ἀνέλαιόν ἐστι θάτερον δ᾽ ἐλαιῶδες· πολλὰ γὰρ εἴδη ὥσπερ ἐν ταῖς ἱστορίαις εἴρηται. περὶ μὲν οὖν τῆς τοῦ ἐλαίου γενέσεως τοιαύτην τιν᾽ ὑποληπτέον τὴν αἰτίαν. περὶ δὲ τῶν ἄλλων τῶν λιπαρῶν περὶ τούτου συμφωνεῖται
ἐκ πάντων.εἰ δ᾽ ἔνια κατ᾽ ἄλλην ὥραν διαιρετέον ἢ τὰς φύσεις ἑκάστων ἢ ποῖόν τι τὸ λιπαρὸν ἢ τὸν τρόπον τῆς γενέσεως· πλὴν εἰ χρονιζόμενα καθάπερ τὰ καρυώδη· ταῦτα γὰρ δύναμιν μὲν ἔχει καθάπερ ἐλέχθη τὴν δ᾽ ἐνέργειαν ὁ χρόνος ἀποδίδωσι τοῦ μὲν ὑδατώδους ἀπογινομένου τοῦ λιπαροῦ δὲ ξυνισταμένου καὶ πεττομένου. τῶν δὲ καὶ κομιδῆ ξηρά τις ἡ λιπαρότης εἰ μὴ ἄρα καὶ ἀντιπεριϊστάμενον τὸ θερμὸν ἔν τισιν ἐνδέχεται ταὐτὸ τοῦτο ποιεῖν.
Ἁπάντων δ᾽ ὅσα χυμὸν ἔχει τὰ μὲν εὐθὺ καὶ ὀσμώδη τυγχάνει τὰ δὲ πολλὰ συνεμφαίνει τινὰ γευομένοις ὀσμὴν ἔνια δὲ καὶ θλιβόμενα μόνον καὶ κινούμενα. καὶ πάλιν τὰ ὀσμώδη διαμασωμένοις καὶ γευομένοις χυμὸν σύνεγγυς τῶν αἰσθήσεων κειμένων. ἀλλὰ τρόπον τινὰ καὶ τῶν αἰσθητῶν, ᾗ καὶ οὐ κακῶς ἂν δόξειε λέγεσθαι τὸ κατὰ τοὺς χυλοὺς τελεῖν τὰς ὀσμάς· αὕτη γὰρ εἰς ἐκεῖνον φέρει τὴν δόξαν ὡς ἐχόντων τινὰ συγγένειαν καὶ ἀπὸ ταὐτοῦ πῶς γινομένων. ἃ δὴ καὶ δεῖ διελεῖν εἴ τι ἑκάτερον ἢ πως ταὐτὸ διαφέρον.
οὐ μὴν ἴσως κατά γε τὰς προσηγορίας ἀποδοθήσονται πᾶσαι· πικρὰν γὰρ ὀδμὴν καὶ ἁλμυρὰν καὶ λιπαρὰν καὶ στρυφνὴν οὐκ ἂν ἐθέλοις λέγειν· οὐδὲ γὰρ οἱ χυμοὶ πάντες κατὰ τὰς ὀσμάς. ἀλλ᾽ οὐδὲν ἧττόν ἐστί πως κατάλληλα καὶ συνακολουθεῖ καὶ θατέρῳ θάτερον. ἑκάστου δὲ τῶν χυμῶν ἰδέαι πλείους οἷον γλυκέος πικροῦ τῶν ἄλλων· καὶ γὰρ μελιτώδης καὶ οἰνώδης καὶ γαλακτώδης καὶ ὑδατώδης ἐστὶν, τάχα δὲ καὶ τῷ μᾶλλον καὶ ἧττον διαφέρουσαι κυριωτάτως δὲ τῇ καταμίξει τῶν ὑποκειμένων· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ταῦτα μὲν οὖν σχεδὸν συμφωνοῦσι πάντες.
ἡ δὲ τῇ γεύσει τῶν ὀσμῶν αἴσθησις οὐκ ἄλογος ἥπερ μάλιστα ἔνδηλος ἐπὶ τῶν εὐστόμων λεγομένων τῶν τε λαχανηρῶν ὥσπερ ἀνή
θου μαράθου μύριδος. ἐνίων δ᾽ οὐδ᾽ ἐχόντων ὅλως ὀσμὴν καὶ ἔτι μᾶλλον ἐπὶ τῶν ξηρῶν ἀόσμων δὲ τελέως οἷον φακοῦ κνίκου τῶν τοιούτων· διαθραυόμενα γὰρ ἅμα τῇ μασήσει καὶ διαθερμαινόμενα ποιεῖ τινα ἀτμὸν ὃς ἀναπέμπεται λεπτὸς ὢν διὰ τῶν πόρων εἰς τὴν ὄσφρησιν· ἐμφαίνεται δὲ καί τινων διαμασωμένων χυμός.ὡς ἐπὶ πᾶν δὲ τά γ᾽ εὔοσμα πάντα πικρά· τούτου μὲν οὖν τὴν αἰτίαν ὕστερον λεκτέον. ἔοικε δὲ δυοῖν ὄντοιν ἐναντίων οἷον τοῦ τε γλυκέος καὶ πικροῦ τὸ μὲν οἷον εὐχυλίας ἀρχὴ τὸ δ᾽ εὐοσμίας εἶναι καὶ τρόπον τινὰ μᾶλλον τὸ πικρὸν τῆς εὐοσμίας. εὔοσμον γὰρ ἔργον λαβεῖν μὴ πικρὸν εὔχυμα δὲ πολλὰ καὶ μὴ γλυκέα. σχεδὸν δὲ ταῦτα καὶ ὀσμώδη κατὰ τὴν γεῦσιν καὶ τὴν πρόσφοραν ἡ δὲ γλυκύτης σπανίως καὶ ἥκιστα εὔοσμον ὡς οὐ μιγνυμένων ἅμα τοῦ γλυκέος καὶ εὐόσμου· καίτοι ἄμφω γε διὰ πέψεως. ἀλλὰ περὶ μὲν τούτων ὕστερον.