On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

δι᾽ ὃ καὶ φαίνεται διττή τις ἡ γένεσις εἶναι τῶν χυμῶν ἑκατέρα κατὰ τὰς ὑποκειμένας φύσεις· ἡ μὲν γὰρ ἐξ ἀπέπτων καὶ πλειόνων μεταβάλλουσα πρὸς τὴν τελέωσιν ἡ δὲ ὥσπερ ἄχυμος καὶ ἀειδὴς ἐν ἁπλῇ τινι γενέσει καὶ ἀλλοιώσει διὰ τὴν ὑποκειμένην φύσιν· ὧν ἑκάτερον ὡς ἁπλῶς εἰπεῖν τὸ μὲν ἐν τοῖς ἐπετείοις μᾶλλον τὸ δ᾽ ἐν τοῖς δένδροις ἐστὶν ὡς πλείονος δεομένων πέψεως.

τάχα δ᾽ ἀληθέστερον ἐκείνως ἀποδοῦναι καὶ μὴ ἐπετείοις καὶ δένδροις ἀλλ᾽ ὅλως τῇ κράσει διορίζοντας· ὁποία γὰρ ἄν τις αὕτη τυγχάνῃ αἱ μεταβολαὶ συνακολουθήσουσι κατὰ λόγον· ἐπεὶ καὶ ἡ ἀμυγδάλη τὸ πρῶτον ὑδατώδης ἕως ἂν ᾖ χλωρὰ ξηραινομένη δὲ λῖπος λαμβάνει· καὶ ἄλλα δέ τινα τῶν καρυωδῶν· ὧν καὶ τὰ

κελύφη στρυφνὰ τῶν δὲ καὶ ὀξέα καθάπερ τῶν ἀμυγδαλῶν ὡς ἐνταῦθα παντὸς ἐκκρινομένου τοῦ περιττωματικοῦ καὶ γεώδους.

ἡ δ᾽ οὖν φύσις ἔοικεν ὥσπερ ἐκ μεμιγμένων τινῶν χυμῶν ἐκκρίνειν τῇ πέψει τὸν ἁπλοῦν ᾗ καὶ δόξειεν ἂν ἐναντίως ἢ ἐπὶ τῶν ἄλλων. ἐν μὲν γὰρ τοῖς ἄλλοις ἐκ μίξεως ἡ γένεσις ἐνταῦθα δ᾽ ὥσπερ ἐξ ἀφαιρέσεως καὶ χωρισμοῦ, καὶ ἔνθα μὲν ἐκ τῶν ἀρχῶν ἔνθα δ᾽ αὐτῆς τῆς ἀρχῆς· ἀρχὴ γὰρ τὸ γλυκὺ, τούτου δ᾽ ἡ πέψις ὡς ἁπλῶς εἰπεῖν.

ἀλλὰ ταῦτα μὲν ἴσως ἄλλην τινὰ ἔχει θεωρίαν. ἔπειτα κἀκεῖνο ἄτοπον εἰ οἱ χυμοὶ πάντες ἐκ τοῦ πικροῦ καὶ γλυκέος μιγνυμένων ὥσπερ ἐκ τῶν στοιχείων τὰ σώματα. πάλιν δ᾽ αὖθ᾽ ἕτερον εἰ ἐκ μὲν τούτων μηδὲν ταῦτα δὲ ἐκ τῶν ἄλλων· οὐ γὰρ ἀρχῶν ἡ τοιαύτη φύσις· εἰ μὴ ἄρα πλεοναχῶς αἱ ἀρχαὶ καὶ κατὰ πλείους τρόπους ὅπερ ἔοικεν ὥσπερ κατὰ συστοιχίαν ἐνίων λεγομένων. ἀλλ᾽ οὖν δὴ τούτων μὲν πέρι λόγος ἕτερος.

Αἱ δὲ γενέσεις τῶν χυμῶν ἐν τοῖς εἰρημένοις τρόποις ἢ ἐκ τοῦ εἴδους εἰς εἶδος ἢ ἐκ τῶν ἐναντίων εἰς τοὺς ἐναντίους ἀλλοιουμένων. κοινὴ δ᾽ ἡ ὕλη πάντων τὸ ὑγρόν· ἀλλοιοῖ δὲ καὶ ποιεῖ τὸ θερμὸν τὸ ἐν αὐτῷ καὶ τὸ τοῦ ἡλίου. τοῦτο γὰρ ὥσπερ εἴρηται μάλιστα τῶν φυτῶν οἰκεῖον οὐχ ὥσπερ τῶν ζώων τὸ ἐν αὐτοῖς· ἐπεὶ μεταβολαί γε καὶ ἀλλοιώσεις καὶ ἐν ἐκείνοις εἰσὶ τῶν χυλῶν.

Δημοκρίτῳ μέν γε πῶς ποτε ἐξ ἀλλήλων ἡ γένεσις ἀπορήσειεν ἄν τις. ἀνάγκη γὰρ ἢ τὰ σχήματα μεταρρυθμίζεσθαι καὶ ἐκ σκαληνῶν καὶ ὀξυγωνίων περιφερῆ γίνεσθαι, ἢ πάντων ἐνυπαρχόντων τῶν τε τοῦ στρυφνοῦ καὶ ὀξέος καὶ γλυκέος τὰ μὲν ἐκκρίνεσθαι τὰ τῶν πρότερον ἀεὶ θάτερα δὲ ὑπομένειν τὰ οἰκεῖα καθ᾽ ἕκαστον, ἢ τρίτον τὰ μὲν ἐξιέναι τὰ δ᾽ ἐπεισιέναι. ἐπεὶ δ᾽ ἀδύνατον μετασχηματίζεσθαι, τὸ γὰρ ἄτο

μον ἀπαθὲς, λοιπὸν τὰ μὲν εἰσιέναι τὰ δ᾽ ἐξιέναι ἢ τὰ μὲν ὑπομένειν τὰ δ᾽ ἐξιέναι. ἄμφω δὲ καὶ ταῦτα ἄλογα· προσαποδοῦναι γὰρ δεῖ καὶ τί τὸ ἐργαζόμενον ταῦτα καὶ ποιοῦν. ἀλλὰ γὰρ τούτου μὲν ὑπὲρ πλειόνων ἴσως ὁ λόγος· ἁπάντων γὰρ οὕτω ποιεῖ τὰς γενέσεις οἷον οὐσίας ποσοῦ ποιότητος.