On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ὅλως γὰρ πᾶν τὸ περικάρπιον ξηρὸν ὂν τὸ πρῶτον ἀνυγραίνεται καὶ ἔστι γένεσις αὕτη τῶν χυλῶν ἐπιρρέοντος καὶ ὥσπερ διηθουμένου πλείονος ἀεὶ τοῦ ὑγροῦ καὶ ἀεὶ συναύξοντος ᾗ καὶ στρυφνὰ τὰ πολλὰ κατ᾽ ἀρχὰς οὐκ ἀλόγως ἅτε καὶ ξηρὰ ὄντα. ξηρότατα δὲ δοκεῖ τῶν ὑγρῶν ὧν ὀπώδης ἡ ὑγρότης ὥσπερ τῆς συκῆς κατὰ τὸ πάχος. τούτοις μὲν οὖν ὥσπερ ὑλικοί τινές εἰσι οἱ κατὰ τὰς στερήσεις ἐξ ὧν ἡ μετάβασις εἰς τὴν πέψιν, τοῖς δ᾽ οἷον οὐσία ταῦτα καὶ τέλη· πολλοὶ γὰρ καὶ πικροὶ καὶ στρυφνοὶ κατὰ φύσιν καὶ ὀξεῖς ὧν ἐξ ἀρχῆς ἧττον ἔγχυμος ἡ ὑγρότης.
ἅπαντες δέ πως ἐμφαίνουσιν οἱ καρποὶ καὶ τὸν τοῦ φυτοῦ χυλὸν ὅπερ ἴσως ἀναγκαῖον ἐξ ἐκείνου γενομένους. ὠμοὶ μὲν ὄντες μᾶλλον πεπαινόμενοι δ᾽ ἧττον ἅτε καὶ τῆς ἐκκρίσεως ἀεὶ καθαρωτέρας γινομένης. καὶ τῶν μὲν τοιαύτη τις σύστασις. ἐνίων δ᾽ ὥσπερ ἄχυμος ἡ πρώτη καὶ ὑδατώδης οἷον τῶν σιτωδῶν ὥσπερ πυροῦ καὶ κριθῆς καὶ τῶν ὁμοίων. ὧν δὴ καὶ ἡ τελέωσις εὐθὺς ἐκ ταύτης λαμβάνουσα πλείους μεταβολάς. οὐ γὰρ οὐδ᾽ ἡ γλυκύτης πόρρω ταύτης ὥστε μὴ δεῖσθαι πλειόνων.
δι᾽ ὃ καὶ φαίνεται διττή τις ἡ γένεσις εἶναι τῶν χυμῶν ἑκατέρα κατὰ τὰς ὑποκειμένας φύσεις· ἡ μὲν γὰρ ἐξ ἀπέπτων καὶ πλειόνων μεταβάλλουσα πρὸς τὴν τελέωσιν ἡ δὲ ὥσπερ ἄχυμος καὶ ἀειδὴς ἐν ἁπλῇ τινι γενέσει καὶ ἀλλοιώσει διὰ τὴν ὑποκειμένην φύσιν· ὧν ἑκάτερον ὡς ἁπλῶς εἰπεῖν τὸ μὲν ἐν τοῖς ἐπετείοις μᾶλλον τὸ δ᾽ ἐν τοῖς δένδροις ἐστὶν ὡς πλείονος δεομένων πέψεως.
τάχα δ᾽ ἀληθέστερον ἐκείνως ἀποδοῦναι καὶ μὴ ἐπετείοις καὶ δένδροις ἀλλ᾽ ὅλως τῇ κράσει διορίζοντας· ὁποία γὰρ ἄν τις αὕτη τυγχάνῃ αἱ μεταβολαὶ συνακολουθήσουσι κατὰ λόγον· ἐπεὶ καὶ ἡ ἀμυγδάλη τὸ πρῶτον ὑδατώδης ἕως ἂν ᾖ χλωρὰ ξηραινομένη δὲ λῖπος λαμβάνει· καὶ ἄλλα δέ τινα τῶν καρυωδῶν· ὧν καὶ τὰ
κελύφη στρυφνὰ τῶν δὲ καὶ ὀξέα καθάπερ τῶν ἀμυγδαλῶν ὡς ἐνταῦθα παντὸς ἐκκρινομένου τοῦ περιττωματικοῦ καὶ γεώδους.