On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
Αἱ δὲ ἰδέαι τῶν χυμῶν ἑπτὰ δοκοῦσιν εἶναι καθάπερ καὶ τῶν ὀσμῶν καὶ τῶν χρωμάτων, τοῦτο δὲ ἄν τις τὸν ἁλμυρὸν οὐχ ἕτερον τιθῇ τοῦ πικροῦ καθάπερ καὶ τὸ φαιὸν τοῦ μέλανος· ἐὰν δὲ χωρίζῃ συμβαίνει τοῦτον ὄγδοον εἶναι. γλυκὺς γὰρ καὶ λιπαρὸς καὶ πικρὸς καὶ αὐστηρὸς καὶ δριμὺς καὶ ὀξὺς καὶ στρυφνὸς ἀριθμοῦνται· προστίθεται δὲ καὶ ὁ ἁλμυρὸς ὄγδοος. οἴονται δέ τινες καὶ τὸν οἰνώδη δεῖν. ἔν τε γὰρ τοῖς καρποῖς ὑπάρχει πλείοσι καὶ ἐκ τῆς γῆς ἀναπιδύει τις ἐνιαχοῦ τοιοῦτος χυμός· ἔτι δ᾽ οὐδ᾽ ὥσπερ ὁ γαλακτώδης εἰς τὸν γλυκὺν ἄν τεθείη — καὶ γὰρ οὗτος ἐν ἐνίοις ὡς εἶδος ἄν τι τιθοῖτο τοῦ γλυκέος — οὕτω τὸν οἰνώδη τῶν ἄλλων τινὶ προσνεῖμαι ῥᾴδιον ἀλλ᾽ ἰδία τις ἡ φύσις καθ᾽ αὑτὴν ἐπιδεχομένη καὶ τὸ γλυκὺ καὶ τὸ στρυφνὸν καὶ αὐστηρόν.
ἀλλὰ γὰρ τοῦτο μὲν οὐκ ἂν ἴσως διαφέροι
πρὸς τὴν τῶν ἄλλων θεωρίαν. ὁ δὲ ἀριθμὸς ὁ τῶν ἑπτὰ καιριώτατος καὶ φυσικώτατος. πότερον δὲ τοὺς μὲν ὥσπερ ἀρχὰς τοὺς δὲ ὡς στερήσεις δεῖ λέγειν οἷον τὸν μὲν γλυκὺν καὶ λιπαρὸν καὶ ὅσοι σύστοιχοι τούτοις ἀρχὰς, ἐκ τούτων γὰρ αἱ γενέσεις καὶ αἱ τροφαὶ, τοὺς δ᾽ ἄλλους στερήσεις, ἢ πάντας φυσικούς; ἔοικε γὰρ εἰ μὲν εἰς τὸ ἄριστον δεῖ τάττειν τὴν φύσιν ἐν τούτοις εἶναι μόνον, ἅμα δὲ καὶ τὸ τῆς τροφῆς καὶ γενέσεως ἀληθινόν. οὐδὲν γὰρ ὡς εἰπεῖν οὔτε τρέφεσθαι δοκεῖ διὰ τῶν ἑτέρων οὔτε γίνεσθαι. εἰ δ᾽ εἰς τὸ πλείονα εἴδη εἶναι ἐκεῖνοί γε μᾶλλον ἢ οὐχ ἧττον κατὰ φύσιν, ὀλίγοι γὰρ ἐν τούτῳ τῷ μέρει.σχεδὸν δέ τι παρόμοιόν ἐστι τὸ ζητούμενον καὶ ἐπὶ τῶν ἄλλων ζώων πρὸς τὸν ἄνθρωπον πότερα κατὰ φύσιν ἢ κατὰ στέρησιν τἆλλα. καθάπερ γὰρ καὶ τούτων ἴδιαί τινες αἱ οὐσίαι καὶ τῶν φυτῶν ὁμοίως. εἰ οὖν ἡ μὲν στέρησις ἐν ἀτελείᾳ τινὶ καὶ ἐνδείᾳ ταῦτα δὲ καὶ γεννᾷ καὶ ἐκτρέφει τὰ ὅμοια καὶ ἰσχυρότερα πολὺ τῶν ἑτέρων οὐκ ἂν εἴησαν κατὰ στέρησιν. ἔτι δὲ ἔν γε τοῖς φυτοῖς ἅμα συμβαίνει μὴ τελεοκαρπεῖν καὶ ἧττον εἶναι πικρὰ τὰ ἐν τούτῳ τῷ γένει, καθάπερ ἐπὶ τοῦ κενταυρίου καὶ ἀψινθίου καὶ τῶν τοιούτων, ὡς ἐκεῖσε τῆς φύσεως φερομένης καὶ τὴν γλυκύτητα καθάπερ ἀπεψίαν τινὰ οὖσαν ἢ ἔλλειψιν πέψεως.
ἀεὶ γὰρ ἡ φύσις ἐξομοιοῦν ἐθέλει τῷ ὑποκειμένῳ τοῦτο καὶ ἐν τοῖς ζώοις καὶ ἐν τοῖς φυτοῖς. ποιεῖται γὰρ καὶ τροφὴ γίνεται πᾶσιν ὅταν κρατηθῇ τὸ λαμβανόμενον. εἰ δὲ δὴ καὶ ἔνια τρέφεται διεφθαρμένοις τισὶν ὥσπερ καὶ τῶν ζώων ὧν καὶ ἡ γένεσις ἐκ τούτων οὐδ᾽ ἂν ἡ τῆς τροφῆς ἱκανὴ πίστις εἴη πρὸς τὸ κατὰ φύσιν οὐδ᾽ ἂν ἡ πρώτη σύστασις ἀλλ᾽ ἑκάστοις μεμερισμέναι κατὰ τὰς μίξεις.
ἐπεὶ οὐδ᾽ οἱ γλυκεῖς χυμοὶ τρόφιμοι πάντες ἡμῖν ἀλλ᾽ οἱ μὲν ἐκστατικοὶ καθάπερ ἡ ὁμοία τῷ σκολύμῳ ῥίζα καὶ ἄλλαι
τινὲς, οἱ δ᾽ ὑπνωτικοὶ πλείους δὲ διδόμενοι καὶ θανατηφόροι καθάπερ ὁ μανδραγόρας ἔνιοι δὲ ὁμολογουμένως ἐπιθάνατοι· πολλοὶ γὰρ ἤδη καὶ πολλαχοῦ ῥίζας φαγόντες ἃς ἠγνόουν γλυκείας τε τῇ γεύσει καὶ ἡδείας ἀπέθανον καὶ ἄλλα τοιαῦτα πλείω τυγχάνει τὰ μὲν βλάπτοντα τὰ δὲ καὶ ὅλως ἀναιροῦντα τῶν κατὰ τὴν προσφορὰν ἡδέων ἢ ἀλύπων.