On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
Ὅτι δ᾽ ἐναπομίξει πως ὁ χυμὸς καὶ ἡ ὀδμὴ καὶ ἐκ τῶνδε φανερόν· οὐδὲν γὰρ φαίνεται τῶν ἁπλῶν ἔχειν χυμὸν οὐδ᾽ ὀδμὴν ἐὰν μὴ λάβῃ μίξιν οἷον ὁ ἀὴρ ἢ πῦρ ἢ ὕδωρ· ἄχυμον γὰρ καὶ τὸ ὕδωρ καθ᾽ αὑτό, δι᾽ ὃ καὶ οἱ παλαιοί φασι δι᾽ οἵας ἂν γῆς ῥέῃ τοι
οῦτον καὶ εἶναι. καὶ ἡ θάλαττα δὲ καὶ τὰ νιτρώδη καὶ σαπρὰ καὶ ὀξέα τῶν ὑδάτων ἔχει τινὰ μίξιν ὧν ἐνίοις καὶ ἡ ὀσμὴ μάλιστα δὲ τῇ θαλάττῃ συνακολουθεῖ. γῆ δὲ καὶ λίθος ἄχυμα πλὴν ἐάν τινα τοιαύτην λάβῃ μίξιν.καίτοι φαίνεταί γε ταῦτα μᾶλλον ἔχειν οἷον ὅσαι θ᾽ ἁλμώδεις καὶ ὅσαι καὶ ὡς ἡ τέφρα πικραὶ καὶ ἔνιαι γλυκεῖαι δοκοῦσιν εἶναι ὥσπερ καὶ ἡ ἄργιλος. ἅμα δὲ καὶ οὐκ ἄλογον εἴπερ τῇ τοῦ γεώδους ἐναπομίξει γίνεται χυμός. τὰ δὲ δὴ μεταλλευόμενα καὶ λίθων ἔνια γένη καὶ ὀσμὰς ἔχει πρὸς τοῖς χυμοῖς. ἅπαντα δ᾽ οὖν ταῦτα μίξει τινὶ καὶ ἀλλοιώσει ἔγχυμα φαίνεται καὶ ὀσμώδη. καὶ γὰρ ἡ τέφρα διὰ τὴν κατάκαυσιν ἐξαλλοιουμένη καὶ ὅσα πυροῦται λαμβάνει τινὰ χυμὸν τὰ μὲν ἁπλᾶ τὰ δὲ μιγνύμενα τοῖς ὑγροῖς. ἡ μὲν οὖν φύσις ὅτι τοιαύτη καὶ πρότερον εἴρηται καὶ νῦν.
ἐπεὶ δ᾽ ἐν τρισὶν οἱ χυμοὶ — φυτοῖς τε γὰρ καὶ ζώοις εἰσί τινες καὶ ὀσμαὶ καὶ χυμοὶ κατὰ τὰς κράσεις, ἔτι δ᾽ ἐν τοῖς κατὰ τέχνης παρασκευήν τινα μιγνυμένοις ἢ καὶ αὐτομάτως ἀλλοιουμένοις ὁτὲ μὲν ἐπὶ τὸ βέλτιον ὁτὲ δ᾽ ἐπὶ τὸ χεῖρον ὥσπερ τῶν σηπομένων — τὸ μὲν ὑπὲρ ἁπάντων τούτων εἰπεῖν κοινότερόν τε καὶ καθόλου μᾶλλόν ἐστιν ὑπὲρ δὲ τῶν φυσικῶν πρῶτον λεκτέον, ἀρχὴ γὰρ ἐν ἅπασιν ἡ φύσις, καὶ τούτων ὅσοι κατά τε τὰ ἁπλᾶ φαίνονται καὶ ὅλως τὰ ἄψυχα καὶ ὅσοι κατὰ τὰ φυτὰ καὶ τοὺς καρπούς. καὶ γὰρ ταῦτα πρότερ᾽ ἄν τις τιθεῖτο τῶν ζώων ἅμα δὲ καὶ ἡμῖν ἡ σκέψις ὑπὲρ τούτων οἷον συνεχὴς οὖσα τοῖς πρότερον.
οἱ μὲν οὖν ἐν τῇ γῇ ξυνιστάμενοι χυμοὶ τῶν ὑγρῶν, οὗτοι γὰρ ἐμφανέστατοι, λέγω δ᾽ οἷον ὀξεῖς καὶ ἁλμυροὶ γινόμενοι μὲν δῆλον ὅτι διὰ τὰς αὐτάς πως ἢ παραπλησίας ἀνάγκας δι᾽ ἃς καὶ ἐν τοῖς φυτοῖς, οὐ μὴν οὔτε ἴσοι τὸ πλῆθος οὐδ᾽ ὅμοιοι τούτοις ἀλλὰ θολερώτεροι διὰ τὸ μὴ τὴν αὐτὴν πέψιν μηδ᾽ ὁμοίαν ἔχειν. τὸ δὲ πλῆθος οὐ συμ
βλητοί. πολλοὶ γὰρ οἱ τῶν καρπῶν καὶ ἀνόμοιοι χυμοὶ καὶ οὐδαμῶς ἔνιοί γε ἐμφαινόμενοι τοῖς ἐκ τῆς γῆς οἷον ὁ αὐστηρὸς καὶ δριμὺς καὶ ἄλλοι δὲ πλείους.εἰ μή τις λέγοι τῇ μίξει καὶ τῇ κράσει τῶν ἄλλων γίνεσθαι τούτους τοῖς δὲ γένεσιν εἶναι τοὺς αὐτούς· οὕτω δ᾽ ἂν εἴησαν ἄπειροι, ἄπειροι γὰρ οἱ λόγοι τῶν μίξεων. καὶ ἔτι δὲ κατὰ τὸ μᾶλλον καὶ ἧττον αἱ διαφοραὶ δι᾽ ὃ καὶ οἱ ὁμογενεῖς πλείους οἷον αὐστηροὶ λιπαροὶ πικροὶ γλυκεῖς ὅθεν καὶ οἱ παλαιοὶ τῶν φυσιολόγων ἀπείρους ἐτίθεντο τοὺς χυμοὺς ὥσπερ καὶ Μενέστωρ· ὁποία γὰρ ἄν τις ἡ μίξις καὶ ἡ πέψις γένηται τοῦ ὑγροῦ ἐμφύτου τοιοῦτον εἶναι καὶ τὸν χυμόν. οὐ μὴν ἀλλὰ βέλτιόν γε οἱ ὡρισμένους λέγοντες ἐκ τούτων δ᾽ ἤδη κατὰ τὰς μίξεις ποιοῦντες τὰς διαφοράς. ἴδιος γοῦν τῶν ἐκ τῆς γῆς ὁ ἁλμυρός· οὐδ᾽ ἑνὸς γὰρ καρποῦ τοιοῦτος ἀλλ᾽ εἴπερ φύλλου καὶ καυλοῦ καὶ κελύφους. ἀλλὰ περὶ μὲν τούτου τὴν αἰτίαν ὕστερον λεκτέον.
Αἱ δὲ ἰδέαι τῶν χυμῶν ἑπτὰ δοκοῦσιν εἶναι καθάπερ καὶ τῶν ὀσμῶν καὶ τῶν χρωμάτων, τοῦτο δὲ ἄν τις τὸν ἁλμυρὸν οὐχ ἕτερον τιθῇ τοῦ πικροῦ καθάπερ καὶ τὸ φαιὸν τοῦ μέλανος· ἐὰν δὲ χωρίζῃ συμβαίνει τοῦτον ὄγδοον εἶναι. γλυκὺς γὰρ καὶ λιπαρὸς καὶ πικρὸς καὶ αὐστηρὸς καὶ δριμὺς καὶ ὀξὺς καὶ στρυφνὸς ἀριθμοῦνται· προστίθεται δὲ καὶ ὁ ἁλμυρὸς ὄγδοος. οἴονται δέ τινες καὶ τὸν οἰνώδη δεῖν. ἔν τε γὰρ τοῖς καρποῖς ὑπάρχει πλείοσι καὶ ἐκ τῆς γῆς ἀναπιδύει τις ἐνιαχοῦ τοιοῦτος χυμός· ἔτι δ᾽ οὐδ᾽ ὥσπερ ὁ γαλακτώδης εἰς τὸν γλυκὺν ἄν τεθείη — καὶ γὰρ οὗτος ἐν ἐνίοις ὡς εἶδος ἄν τι τιθοῖτο τοῦ γλυκέος — οὕτω τὸν οἰνώδη τῶν ἄλλων τινὶ προσνεῖμαι ῥᾴδιον ἀλλ᾽ ἰδία τις ἡ φύσις καθ᾽ αὑτὴν ἐπιδεχομένη καὶ τὸ γλυκὺ καὶ τὸ στρυφνὸν καὶ αὐστηρόν.