On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ἐπὶ γοῦν τοῦ πυρὸς ὅσα μὴ δύναται κάειν ἢ τὸ ὕδωρ ὑγραίνειν ἔστι τις αἰτία καὶ λόγος· εἰ δὲ καὶ τοὐναντίον ἑκάτερον ἐποίει μᾶλλον ἂν ἐδεῖτο καὶ πλειόνων· τούτοις μὲν οὖν ὑπὲρ ἁπάντων τούτων λεκτέον· τοῖς δὲ κατὰ τὰς δυνάμεις ἐκεῖνο μόνον ἀναγκαῖον ποῖόν τι τῶν αἰσθητηρίων ἕκαστον. δεῖ γὰρ εἰδέναι καὶ τὴν τούτων φύσιν καὶ διάθεσιν ἐπείπερ οὐχ ὁτιοῦν μόριον αἰσθητικὸν, ἴσως δὲ καὶ ὅταν ἐκ πλειόνων ἕν τι γένηται τὴν ἐκ θατέρου δύναμιν καὶ οὐσίαν οὐ δεῖ λανθάνειν. ἄτοπον δὲ κἀκεῖνο τοῖς τὰ σχήματα λέγουσιν ἡ τῶν ὁμοίων διαφορὰ κατὰ μικρότητα καὶ μέγεθος εἰς τὸ μὴ τὴν αὐτὴν ἔχειν δύναμιν·

οὐ γὰρ ἐπὶ τῆς μορφῆς ἀλλὰ τῶν ὄγκων αἱ δυνάμεις --- οὓς εἰς μὲν τὸ διαβιάσασθαι καὶ ἁπλῶς τὸ μᾶλλον καὶ τὸ ἧττον τάχ᾽ ἄν τις ἀποδοίη εἰς δὲ τὸ μὴ ταὐτὸ δύνασθαι μηδὲ ποιεῖν οὐκ εὔλογον· ἐπεὶ ἐν τοῖς σχήμασιν αἱ δυνάμεις· εἰ γὰρ ὁμοιοσχήματα ταὐτὸν ἂν εἴη τὸ ὑπάρχον ὥσπερ καὶ ἐν τοῖς ἄλλοις. τὸ γὰρ τρίγωνον τὸ ποδιαῖον καὶ τὸ μυριόπουν ὁμοίως δυσὶν ὀρθαῖς καὶ τὸ τετράγωνον τέτταρσιν ὀρθαῖς. καὶ ταῦτα μὲν καὶ κατὰ τὸ ποσὸν διάφορα· τὰ δὲ λόγῳ μὲν ὄντα τὰ αὐτὰ οἷον ἡ ἀσυμμετρία τῆς διαμέτρου τὸ δὲ ποσὸν διάφορον· ὥστ᾽ εἰ ἐκ τούτων ἢ ἀπὸ τούτων ἐγίνετο τὸ μὲν ποσὸν διάφορον ἂν ἦν τῷ δ᾽ εἴδει ἀδιάφορον. ἀλλὰ γὰρ αἱ μὲν κατὰ τὰ σχήματα καὶ τὰς μορφὰς δυνάμεις πλείω καὶ περὶ πλειόνων ἔχουσιν ἀπορίαν.

Ὅτι δ᾽ ἐναπομίξει πως ὁ χυμὸς καὶ ἡ ὀδμὴ καὶ ἐκ τῶνδε φανερόν· οὐδὲν γὰρ φαίνεται τῶν ἁπλῶν ἔχειν χυμὸν οὐδ᾽ ὀδμὴν ἐὰν μὴ λάβῃ μίξιν οἷον ὁ ἀὴρ ἢ πῦρ ἢ ὕδωρ· ἄχυμον γὰρ καὶ τὸ ὕδωρ καθ᾽ αὑτό, δι᾽ ὃ καὶ οἱ παλαιοί φασι δι᾽ οἵας ἂν γῆς ῥέῃ τοι

οῦτον καὶ εἶναι. καὶ ἡ θάλαττα δὲ καὶ τὰ νιτρώδη καὶ σαπρὰ καὶ ὀξέα τῶν ὑδάτων ἔχει τινὰ μίξιν ὧν ἐνίοις καὶ ἡ ὀσμὴ μάλιστα δὲ τῇ θαλάττῃ συνακολουθεῖ. γῆ δὲ καὶ λίθος ἄχυμα πλὴν ἐάν τινα τοιαύτην λάβῃ μίξιν.

καίτοι φαίνεταί γε ταῦτα μᾶλλον ἔχειν οἷον ὅσαι θ᾽ ἁλμώδεις καὶ ὅσαι καὶ ὡς ἡ τέφρα πικραὶ καὶ ἔνιαι γλυκεῖαι δοκοῦσιν εἶναι ὥσπερ καὶ ἡ ἄργιλος. ἅμα δὲ καὶ οὐκ ἄλογον εἴπερ τῇ τοῦ γεώδους ἐναπομίξει γίνεται χυμός. τὰ δὲ δὴ μεταλλευόμενα καὶ λίθων ἔνια γένη καὶ ὀσμὰς ἔχει πρὸς τοῖς χυμοῖς. ἅπαντα δ᾽ οὖν ταῦτα μίξει τινὶ καὶ ἀλλοιώσει ἔγχυμα φαίνεται καὶ ὀσμώδη. καὶ γὰρ ἡ τέφρα διὰ τὴν κατάκαυσιν ἐξαλλοιουμένη καὶ ὅσα πυροῦται λαμβάνει τινὰ χυμὸν τὰ μὲν ἁπλᾶ τὰ δὲ μιγνύμενα τοῖς ὑγροῖς. ἡ μὲν οὖν φύσις ὅτι τοιαύτη καὶ πρότερον εἴρηται καὶ νῦν.