On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Οὐ μὴν ἀλλ᾽ ἔνιά γε τῶν ἀνθέων ἐξ ἀποστάσεως ἢ πλησίον ἐλθοῦσιν εὐοσμότερα καθάπερ καὶ τὰ ἴα δοκεῖ. τὸ δ᾽ αἴτιον ὅτι πρὸς μὲν τὰ πόρρω καθαρὰ φέρεται καὶ ἀμιγὴς ἡ ὀσμὴ πλησίον δ᾽ ὄντων ὅτι συναπορρεῖ τινα καὶ ἀπὸ τῶν ἄλλων μορίων ἅπερ οὐ διϊκνεῖται πρὸς τὰ πόρρω διὰ τὸ γεωδέστερα καὶ παχύτερα εἶναι. καθόλου γὰρ ταῖς μὲν ἀσθενέσι τῶν ὀσμῶν ἡ ἀμιξία τῶν δ᾽ ἰσχυροτέρων ἐνίαις αἱ μίξεις αἱ οἰκεῖαι χρησιμώτεραι καθάπερ τοῖς χυλοῖς οἷον καὶ τῇ σμύρνῃ·

δοκεῖ γὰρ ἄμεινον θυμιᾶσθαι καταβραχεῖσα μελικράτῳ ἢ γλυκεῖ· μαλακωτέρα γὰρ ὀσμὴ κεραννυμένη καὶ γλυκυτέρα

γίνεται. ταὐτὸ δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν χυλῶν. ἔνιοι γὰρ δέονται μίξεως πρὸς εὐστομίαν. ὡς δ᾽ ἁπλῶς εἰπεῖν ἕωθεν καὶ ὀσμαὶ πλεῖσται καὶ ἀκρατέστεραι, προσιούσης δὲ τῆς μεσημβρίας ἧττον, μεσημβρίας δ᾽ ἥκιστα διὰ τὸ ἀναξηραίνειν τὸν ἥλιον.

ὡς δ᾽ ἐν ταῖς τῆς ἡμέρας ὥραις ὁμοίως καὶ ἐν ταῖς τοῦ ἐνιαυτοῦ κατὰ λόγον πλὴν εἴ τινων ὀσμαὶ καὶ πεπάνσεις κατ᾽ ἄλλην ὥραν ἢ εἴ τινων αἱ κράσεις τοῦ ἀέρος σύμμετροι πρὸς τὰς ὀσμὰς, ὅπερ καὶ καθ᾽ ἑσπέραν ἐστὶν ἐπὶ τῆς ἑσπερίδος καλουμένης· αὕτη γὰρ τῆς νυκτὸς ὄζει μᾶλλον. κατὰ δὲ τὰς ἡλικίας οὐκ ἐν ταῖς ἄκραις ἀλλ᾽ ἐν ταῖς ἀκμαῖς εὐοσμότατα μικρόν τε παρεγκλίνοντα τὴν ἀκμήν.

οὐ γὰρ ἴσως ἡ αὐτὴ χυλοῦ καὶ ὀσμῆς πέψις. τὸ μὲν γὰρ νέον ἅτε πλείω τροφὴν ἐπισπώμενον οὐ πέττει τὸ δὲ γεγηρακὸς ἐξασθενεῖ δι᾽ ἔνδειαν θερμότητος. οὐ μὴν ἀλλὰ ταῦτά γε εὐοσμότερα τῶν νέων· ἐλάττων γὰρ ἡ ὑγρότης ὥστ᾽ ἐπικρατεῖ μᾶλλον ὥσπερ καὶ τὰ ἐν ταῖς χώραις ταῖς λεπτογείοις. ὡς δ᾽ ἁπλῶς εἰπεῖν τὰ ἐν τῇ ἀκμῇ καὶ πρὸς εὐχυλίαν ἄριστα καὶ πρὸς εὐοσμίαν ὧν ἑκατέροις ἐνταῦθα τὸ τέλος.

ἐν δὲ τοῖς ψύχεσι καὶ πάγοις ἀμβλύτεροι καὶ οἱ χυλοὶ καὶ αἱ ὀσμαὶ διὰ τὴν πῆξιν· πεπηγότα γὰρ οὐ διαδίδωσιν. ἅμα δὲ καὶ ἀφανίζεταί πως ὑπὸ τοῦ ψύχους κατακρατοῦντος μᾶλλον κἀκεῖνα καὶ ἡ αἴσθησις· ἀμφότερα γὰρ ἐξίστησιν ἐκεῖνα δὲ μᾶλλον. ἐπεὶ καὶ τῶν καρπῶν ἐξαιρεῖται τὴν γλυκύτητα διατμίζον τῇ πήξει καὶ ἐξαεροῦν. ὡσαύτως δὲ καὶ ἡ τῶν καυμάτων ὑπερβολὴ τοὺς χυλοὺς λυμαίνεται· τὰ μὲν γὰρ κατακάει τὰ δὲ οὐ πέττει τὰ δ᾽ ὥσπερ σήπει καὶ διυγραίνει καθάπερ καὶ ἐπὶ τῶν συκῶν ἐλέχθη· τὰς δ᾽ ὀσμὰς ἴσως ἐνίων μᾶλλον διατηρεῖ.

τάχα δὲ καὶ ποιεῖ τάς γε ἐν τοῖς ξηροῖς γινομένας, ἄκρατοι γὰρ αὗται. πολλὰς δὲ καὶ φθείρει· τὰς δ᾽ ἐν τοῖς καρποῖς ἐγχυλοτέρας καὶ μεμιγμένας

τινὰς εἶναι μὴ πεπαινομένων δὲ καλῶς οὐ γίνεσθαι. τὸ δ᾽ ὅλον ἐν συμμετρίᾳ τινὶ τὴν μίξιν ὑπάρχειν καὶ ἐμφαίνεσθαί πως τὴν τοῦ ξηροῦ φύσιν ἐν ταῖς ὀσμαῖς. τοῦτο γὰρ τὸ τὰς ὀσμὰς ποιοῦν ἢ πάντων ἤ τινων· ὅπερ φανερὸν εὐθὺ καὶ ἐπὶ τῆς γῆς ἐστιν ἐν τοῖς τοιούτοις ὑετοῖς. διακεκαυμένης γὰρ ἐν τῷ θέρει τὸ θερμόν πως καὶ τὸ ὕδωρ ποιεῖ τὴν εὐωδίαν.

ταῦτα δὲ ποιεῖ καὶ ἐν ἄλλοις. καὶ γὰρ τὸ περὶ τὴν ἴριν λεγόμενον ὡς ὅπου ἂν κατάσχῃ ποιεῖ τὰ δένδρα καὶ τὸν τόπον εὐώδη τοιοῦτόν ἐστι· ποιεῖ γὰρ οὐ πάντως ἀλλ᾽ ἐὰν ὕλη τις ᾖ νεόκαυτος οὐδ᾽ ἴσως καθ᾽ αὑτὴν ἀλλὰ τρόπον τινὰ κατὰ συμβεβηκός· ἐφύει γὰρ ὅπου ἂν ἐπιστῇ· πεπυρωμένης γὰρ τῆς ὕλης ἡ κατάμιξις ποιεῖ τινα ἀτμίδα καὶ εὐωδίαν· οὐδὲ γὰρ οὐδὲ γίνεται πλῆθος ὕδατος ἀλλ᾽ ὡς ἐπὶ τὸ πολὺ ψεκὰς ὥστε συμμετρίαν εἶναι πρὸς τὴν θερμότητα καὶ ξηρότητα. δεῖ δὲ καὶ αὐτὴν τὴν ὕλην ποιάν τινα προϋπάρχειν, οὐ γὰρ ἐν πάσῃ καὶ πάντως.

ὅλως δὲ καὶ ἐν ἄλλοις ἡ πύρωσις καὶ ἡ κατάμιξις τῶν πεπυρωμένων ποιεῖ τινας εὐωδίας καὶ τὸ ὅλον ὀσμὰς ἐὰν ἔχῃ τὸ σύμμετρον. ἐπεὶ καὶ τὰ θυμιάματα ταῦτα πυρωθέντα ἀνίει εὐωδίας μαλακῇ δὲ καὶ οὐ κατακαιούσῃ· τὸ γὰρ σύμμετρον οὕτω πρὸς ὀσμὴν ἐκείνως δὲ φθορά.