On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἀλλ᾽ ὡς ἐπὶ κεφαλαίων ἐν τούτοις τοῖς γένεσιν ἡ εὐοσμία. τῶν δὲ φύλλων καὶ κλωνῶν καὶ ὅλως τῶν δένδρων καὶ ὑλημάτων ἐν οἷς καὶ δριμύτης τις ὑπάρχει καὶ λιπαρότης ὥσπερ ἀμέλει καὶ οἱ προειρημένοι καρποὶ καὶ ἐπὶ τῶν οἰνωδῶν ἐνίων· ὁ γὰρ τοῦ μυρρίνου καρπὸς εὐώδης, εὔοσμος δὲ καὶ αὐτὴ καὶ εἴ τις ἄλλη τοιαύτην ἔχει δριμύτητα εἴτε λιπαροῦ τινος εἴτ᾽ οἰνώδους εἴτε καὶ ἄλλου χυλοῦ κατὰ τοὺς καρπούς.
ὁμοίως δὲ καὶ
ἐπὶ τῶν στεφανωμάτων οἷον ἑρπύλλου σισυμβρίου καὶ ἐπὶ τῶν ἄλλων, καὶ ἐπὶ λαχάνων οἷον πηγάνου σελίνου μίνθης τό τε ξηρὸν καὶ δριμὺ καὶ στυπτικόν πως ἔνδηλον οὐκ ἐπὶ τοῖς καρποῖς οὐδ᾽ ἐν τοῖς ἄλλοις ἐχόντων τὴν ὑγρότητα τοιαύτην. ἐν ἅπασι δ᾽ ἐνυπάρχει καὶ τούτοις τὸ κατὰ τὸν διωρισμὸν τοῖς εὐώδεσιν ὥστε τὸ ἔγχυλον ξηρῷ ἀπομιγνύμενον ἐμφαίνειν τινὰ δύναμιν.εὐοσμότερα δὲ καὶ ἡδίω καὶ ὅλα καὶ κατὰ μέρος ἐν τοῖς εὔπνοις καὶ ξηροῖς τόποις ἀφῃρημένου τοῦ ὑδατώδους καὶ τοῦ καταλοίπου πεπεμμένου μᾶλλον. ὡς γὰρ ἁπλῶς εἰπεῖν ἡ ξηρότης οἰκειοτέρα ταῖς ὀσμαῖς καὶ μᾶλλον ἐνταῦθ᾽ ἀποκλίνει πάντα· σημεῖον δὲ καὶ τὸ ἐν ταῖς θερμοτέραις χώραις πλείω γίνεσθαι καὶ μᾶλλον τὰ εὔοσμα· πεπεμμένα γὰρ δῆλον ὅτι μᾶλλον· καὶ ἔνια ξηραινόμενα ὄζει, χλωρὰ δ᾽ οὐκ ὄζει καθάπερ ὁ κάλαμος καὶ ὁ σχοῖνος, τὰ δὲ καὶ μᾶλλον ὄζει ξηρανθέντα καθάπερ ἴρις καὶ ὁ μελίλωτος· οὗτος δὲ καὶ οἴνῳ ῥανθεὶς εὐοσμότερος.
οὐ μὴν πάνθ᾽ οὕτως ἀλλ᾽ ἔνια καὶ ἀνάπαλιν· ἃ δεῖ διαιρεῖν· ἁπλῆ δέ τις ἡ διαίρεσις· τῶν μὲν γὰρ ἀσθενεῖς αἱ ὀσμαὶ· τοιαῦτα δὲ ὡς ἐπὶ πᾶν τὰ ἄνθη μάλιστα· ταῦτα μὲν εὐοσμότερα χλωρὰ καὶ πρόσφατα χρονιζόμενα δὲ ἀμβλύνεται διὰ τὴν ἀποπνοήν· ὧν δ᾽ ἰσχυρότεραι, τοιαῦτα δὲ ὅσα γεωδέστερα καὶ ἐν γεωδεστέροις καὶ οὗ μέμικταί τις ὑδατώδης δύναμις, ταῦτ᾽ ἀποξηραινόμενα καὶ παλαιούμενα μέχρι τινὸς, ὡς καὶ τὰ μῆλα τὰ κυδώνια καὶ ὅσα τῶν στεφανωματικῶν δριμείας ἔχει τὰς ὀσμὰς οἷον τὸ ἀβρότονον μάλιστα καὶ τὸ ἀμάρακον καὶ ὁ κρόκος·
ἅμα γὰρ ἀποπνεῖταί τε τὸ ὑδατῶδες καὶ ἡ τῆς τροφῆς ἐπιρροὴ παύεται καὶ ὥσπερ πέψιν ἐν ἑαυτοῖς ἔνιά γε λαμβάνει καὶ ἀφαιρεθέντα ἀπὸ τῶν φυτῶν εὐωδέστερα καθάπερ τὰ μῆλα καὶ ἄλλ᾽ ἄττα. συμβαίνει δὲ καὶ τῶν ποιωδῶν ἔνια χλωρὰ μὲν ὄντα μὴ ὄζειν διὰ τὴν
ὑγρότητα ξηρανθέντα δὲ καθάπερ ἄλλα τε καὶ τὸ βούκερας. ἐπεὶ καὶ ὁ οἶνος τότε μάλιστα παρίσταται καὶ ὀσμὴν λαμβάνει ὅταν ἀποκριθῇ τὸ ὑδατῶδες αὐτοῦ. τὰ μὲν οὖν τοιαῦτα πάντα παλαιούμενα εὐοσμότερα.