On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ὅτι μὲν οὖν ὥσπερ ἐναντίως τῶν μὲν ἄνω τῶν δὲ κάτω συμβαίνει τοὺς χυμοὺς καὶ τὰς ὀσμὰς καὶ ἁπλῶς τὰς τοιαύτας δυνάμεις ἐκ τῶν εἰρημένων δεῖ θεωρεῖν. ὅτι δ᾽ οὐκ ἐν τοῖς αὐτοῖς μέρεσι τοῖς ἄνω πᾶσιν οὔθ᾽ οἱ χυμοὶ τυγχάνουσιν οὔθ᾽ αἱ ὀσμαὶ σχεδὸν οὐ πόρρω τῶν εἰρημένων αἰτιῶν ἐστίν· ὡς μὲν γὰρ ἁπλῶς εἰπεῖν ἔχει τινʹ ὁμοιότητα καὶ κατὰ τοὺς χυμοὺς καὶ κατὰ τὰς ὀσμὰς ἕκαστον τῶν μερῶν διαφέρει δὲ τῷ μᾶλλον καὶ ἧττον.
ἐμφανὲς δὲ τοῦτο μάλιστα ἐπὶ τῶν ἀκρατεστέρων ταῖς ὀσμαῖς καὶ τοῖς χυμοῖς οἷον ἐλάτης πεύκης κυπαρίττου πίτυος ἔτι δὲ τῶν ἡμέρων συκῆς. ἐν δὲ τοῖς ὑδαρεστέροις οὐχ ὁμοίως ἀλλ᾽ ἐν τούτοις διαφέρουσιν ὥστε τὰ μὲν ἔγχυμα τὰ δὲ ἄχυμα καὶ δύσχυμα καὶ εὔοσμα τὰ δ᾽ ἄοσμα γίνονται. καὶ διαφέροντα δὲ ταῖς ὀσμαῖς καὶ τοῖς χυμοῖς ὥσπερ τῆς ἀμπέλου τό τε οἴναρον καὶ ὁ βότρυς. καὶ ἁπλῶς δὲ πάντων καὶ τῶν φύλλων καὶ τῶν καρπῶν.
αἴτιον δ᾽ ὅτι τὸ μὲν ἄπεπτον τὸ δὲ πεπεμμένον, τάχα δὲ μᾶλλον ὅτι οὐδ᾽ ἐκ τῆς αὐτῆς ὕλης ἑκάτερον ἀλλὰ τὸ μὲν ὥσπερ ἐκ καθαρᾶς τινος καὶ εἰλικρινοῦς τὰ δ᾽ ἐκ περιττωματικῆς. εἰσὶ δ᾽ ἐκ βλοσυρωτέρας καὶ σωματωδεστέρας οἱ βλαστοὶ καὶ ἀκρεμόνες καὶ ὁ ὅλος ὄγκος, ὥστ᾽ ἀνομοίων οὐσῶν ἀνόμοιον καὶ τὸ τέλος ἑκάστου πρὸς τὴν ἰδίαν φύσιν ὥσπερ ἐν τοῖς ζώοις· ἴσως δ᾽ ἀνάπαλιν, ἐπεὶ καὶ τὸ τέλος ἑκάστου ἴδιον καὶ ἡ ὕλη διάφορος, ὡς δὲ ἁπλῶς εἰπεῖν πάντων πρὸς τὴν ὑποκειμένην φύσιν.
ἐπεὶ δ᾽ αὗται διάφοροι καὶ κατὰ χυμοὺς καὶ ἀχυμίας καὶ
ὀσμὰς καὶ ἀοσμίας ἡ δ᾽ ἀναφορὰ πρὸς τὴν ἡμετέραν αἴσθησιν ἐν ταύτῃ παραλλαγὴ γίνεται τῶν μερῶν· οὐδὲν γὰρ κωλύει τὴν μὲν ἐν τοῖς φύλλοις κρᾶσιν ἐνίοτε σύμμετρον εἶναι τῇ γεύσει τὴν δ᾽ ἐν τοῖς καρποῖς ἀσύμμετρον καὶ σφοδροτέραν ἢ κατὰ στρυφνότητα καὶ αὐστηρίαν ἢ κατὰ πικρότητα καὶ ἄλλην τινὰ διάθεσιν. ὅπερ φανερὸν καὶ ἐπὶ τῶν λαχάνων ἐστί· τὰ μὲν γὰρ φύλλα σύμμετρα καὶ προσφιλῆ τὰ δὲ σπέρματα δριμέα καὶ πικρότερα καὶ ὅλον ἰσχυρότερα πρὸς τὴν αἴσθησιν ὥστε σχεδὸν ἀνάπαλιν ἔχειν καὶ ἐπὶ τῶν δένδρων καὶ ἐπὶ τοῦ σίτου·τῶν μὲν γὰρ οἱ καρποὶ χρήσιμοι τὰ δὲ φύλλα ἀχρεῖα τῶν δὲ ταῦτα μόνον χρήσιμα τὰ δὲ ἄλλα ὡς ἂν ἐν φαρμάκου λόγῳ. ὅπερ οὖν ἐπὶ τούτων οὐδὲν κωλύει εἰ καὶ ἐπὶ τῆς φιλύρας καὶ ἐπ᾽ ἄλλων δένδρων τινῶν ὁ μὲν καρπὸς ἄβρωτος τὸ δὲ φύλλον γλυκὺ καὶ βρωτόν· ἐκεῖνος μὲν γὰρ τὸ ἄκρατον ἔχων καὶ καθαρὸν τῆς φύσεως, εἴτε ξηρὸς ὢν ἄγαν καὶ ξυλώδης εἴτ᾽ αὐστηρὸς καὶ πικρὸς ἢ κακώδης ἢ καὶ ἄλλην τινὰ ἔχων δυσχέρειαν ἄβρωτος γίνεται, τὸ δὲ φύλλον ὑγρότερον ὂν καὶ ἅμα κεκραμένον ἔχει τινὰ συμμετρίαν.