On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
εἰ μὲν οὖν οὕτω φανερὸν ὅτι ἕλκοιεν ἂν εἰ δ᾽ ἐκείνως ἄτοπον διὰ τί μόνον ἐπικαθίζει τούτοις οἷόνπερ ἐρεβίνθῳ καὶ ἁλίμῳ καὶ τοῖς τοιούτοις. ὅσα γὰρ ἁλμᾷ νοσηματικῶς ὥσπερ ἡ ῥοδωνία καὶ ἄλλ᾽ ἄττα περὶ τούτων ἕτερος λόγος, τῷ δ᾽ ἐρεβίνθῳ καὶ οἰκεῖον φαίνεται καὶ χρήσιμον· ἀποπλυθέντων γοῦν ὅταν ἀνθοῦσιν ἐφύσῃ καὶ ἄρτι συνισταμένοις ἀπόλλυνται καὶ διαφθείρονται σφακελίσαντες ὥστε πρὸς σωτηρίαν ἡ φύσις ἐπάγοιτ᾽ ἂν
τὰ τοιαῦτα ὡς συγγενῆ.φαίνεται δὲ καὶ ὅλως τινὰ ἔχειν τοιοῦτον χυλὸν ἔν τε τοῖς φύλλοις καὶ τοῖς κλωσὶν ὃς καὶ ἀποπλυθέντων ὅλως ἔνδηλός ἐστι κατὰ τὴν γεῦσιν οὐ μόνον ἐν τούτοις ἀλλὰ καὶ ἐν αὐτῷ τῷ καρπῷ. δῆλον δὲ τοῦτο ἐν τῇ γεύσει γίνεται ἐάν τις ἐπὶ τὴν γλῶτταν ἐπιθῇ μὴ διαμασησάμενος ὅλως· ἐν τῷ κελύφει γὰρ ἡ ἁλμυρὶς οὐκ ἐν τῷ ἐντὸς ἣ καὶ συνδιατηρεῖ πρὸς τὸ ἄκοπον εἶναι. καὶ φαίνεται τὴν αὐτὴν ἔχειν τάξιν ἥπερ καὶ πεφυκότος·
καὶ γὰρ ἐν ἀμφοῖν ἔξω καὶ ὥσπερ φυλακῆς χάριν· χλωροῦ μὲν οὖν ὄντος ἐν τῷ καυλῷ καὶ λοβῷ καθάπερ εἴρηται. ξηραινομένου δὲ καὶ τὸ κέλυφος λαμβάνει τοιοῦτον χυλὸν ὥσπερ ἐκκρινόμενον ἀπὸ τοῦ ἐντός· ἔξω γὰρ ἀφίστασθαι τὰ τοιαῦτα εὔλογον ὡς ἂν ἀλλότρια καθάπερ καὶ ἐν τοῖς σικύοις ἡ ἐν τῷ χνοῒ πικρότης, καὶ ὡς ἐν Καρίᾳ φασὶν ἄπιόν τιν᾽ ἔχειν χνοῦν ἁλμώδη θαυμαστῶς ὥστε ἐὰν μὴ ἀποπλύνῃ τις μὴ δύνασθαι ἐσθίειν. οὐδὲν δὲ ἄτοπον οὐδ᾽ εἰ πλείω τοιαῦτ᾽ ἐστίν. ἐπεὶ οὐδὲ τοῦτο πόρρω τῶν εἰρημένων οἷον τὸ ταῖς βαλάνοις ἐπὶ τῶν ἄκρων τὴν πικρίαν εἶναι καὶ τοῖς βολβοῖς ἐν τῇ καλουμένῃ κορυφῇ καὶ τοῖς σκόρδοις τὴν δριμύτητα ἐν τῷ διήκοντι τῆς γελγίδος· πλὴν ταῦτα μὲν ὡς καθ᾽ ὁμοιότητά τινα εἰρήσθω.
ὅτι δὲ φαίνεται φυσικόν τι καὶ συγγενὲς ἐκεῖθεν δῆλον· ὅπου γὰρ ἂν σπαρῇ καὶ φυῇ πανταχοῦ λαμβάνει τὴν ἁλμυρίδα κἂν μὴ τὸ ἔδαφος ᾖ τοιοῦτον· ἐπεὶ καὶ τά γ᾽ ἐν τοῖς ἁλμώδεσι φυόμενα τὸ ἔχειν ἁλμυρίδα τινὰ οὐκ ἄλογον ὥσπερ ἄλλα τε καὶ τὸ ἅλιμον, ἔνια δὲ καὶ εὐχυλότερα καὶ βελτίω γίνεσθαι καθάπερ τὴν ῥάφανον· ἐξεσθίει γὰρ αὕτη τὴν δριμύτητα καὶ τὴν πικρότητα τὴν ἐνυπάρχουσαν ἅμα δὲ καὶ εὐμέριστόν τινα ποιεῖ παραιρουμένη τὴν ὑγρότητα τὴν πλείω· δεινοὶ γὰρ οἱ ἅλες ἀφελεῖν·