On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
τὰ δ᾽ εἴδη τῶν χυμῶν ὡς μὲν εἰς ἀριθμὸν ἀποδοῦναι ῥᾴδιον οἷον γλυκὺς λιπαρὸς αὐστηρὸς στρυφνὸς δριμὺς ἁλμυρὸς πικρὸς ὀξύς. ὡς δὲ κατὰ τὴν οὐσίαν ἑκάστου χαλεπώτερον. αὐτὸ γὰρ τοῦτο πρῶτον ἔχει τινὰ σκέψιν πότερον γὰρ τοῖς πάθεσι τοῖς κατὰ τὰς αἰσθήσεις ἀποδοτέον ἢ ὥσπερ Δημόκριτος τοῖς σχήμασιν ἐξ ὧν ἕκαστοι· εἰ μὴ ἄρα καὶ ταῦτα συνάπτει πως εἰς τὰς δυνάμεις κἀκείνων λέγεται χάριν· ἢ καὶ εἴ τις ἄλλος τρόπος ἐστὶ παρὰ τούτους.
λέγω δὲ τοῖς πάθεσι τοῖς κατὰ τὰς αἰσθήσεις οἷον εἴ τις ἀποδοίη γλυκὺν μὲν τὸν διακριτικὸν τῆς ἐν τῇ γλώττῃ
συμφύτου ὑγρότητος ἢ χυμὸν λεαντικὸν ἢ λεπτὸν ἢ λεῖον· στρυφνὸν δὲ τὸν ξηραντικὸν ἢ πηκτικὸν ἠρέμα ταύτης· δριμὺν δὲ τὸν πηκτικὸν ἢ δηκτικὸν ἢ ἐκκριτικὸν τῆς ἐν τῇ συμφύτῳ ὑγρότητι θερμότητος εἰς τὸν ἄνω τόπον ἢ ἁπλῶς χυμὸν καυτικὸν ἢ θερμαντικόν· ἁλμυρὸν δὲ τὸν δηκτικὸν καὶ ξηραντικόν· πικρὸν δὲ τὸν φθαρτικὸν τῆς ὑγρότητος ἢ τηκτικὸν ἢ δηκτικὸν ἢ ἁπλῶς τραχὺν ἢ μάλιστα τραχὺν· αὐστηρὸν δὲ τὸν ῥυπτικὸν τῆς αἰσθήσεως ἢ τῆς ὑγρότητος τῆς ἐν αὐτῇ ἢ τῆς ἐπιπολῆς ὑγρότητος δηκτικὸν ἢ πηκτικὸν ἢ ξηραντικὸν ἢ ἁπλῶς στρυφνότητά τινα ἠρεμαίαν καὶ μαλακήν.ἢ πάλιν ὡς Πλάτων καθόλου τὰς διαφορὰς τῶν δυνάμεων ἀποδίδωσι τῷ συγκρίνειν καὶ διακρίνειν κεχρημένος τραχύτητι καὶ λειότητι καθ᾽ ἑκάστας δὲ διαιρεῖ τοῖς εἴδεσιν. ὅσα μὲν οὖν κάει τὰ φλέβια καὶ ἀποξηραίνει τραχύνοντα στρυφνά· αὐστηρὰ δὲ τὰ τούτων ῥυπτικώτερα καὶ πᾶν τὸ περὶ τὴν γλώτταν ἀποπλύνοντα· ὅσα δὲ ῥύπτει πέρα μὲν τοῦ μετρίου ὥστε καὶ ἀποτήκειν αὐτῆς τι τῆς φύσεως οἷον ἡ τῶν νίτρων δύναμις πικρά· τὰ δὲ ὑποδεέστερα τούτων καὶ ἐπὶ τὸ μέτριον τῇ ῥύψει χρώμενα ἁλυκὰ ἄνευ πικρότητος τραχείας καὶ φίλα μᾶλλον ἡμῖν.
τὰ δὲ τῇ τοῦ στόματος θερμότητι κοινωνήσαντα καὶ λεαινόμενα καὶ συνεκπυρούμενα καὶ πάλιν ἀντικάοντα φερόμενα δ᾽ ὑπὸ κουφότητος ἄνω πρὸς τὰς τῆς κεφαλῆς αἰσθήσεις καὶ τέμνοντα δριμέα· τὰ δὲ προλελεπτυσμένα ὑπὸ σηπεδόνος εἰς δὲ τὰς στενὰς φλέβας εἰσδυόμενα καὶ ἀνακυκῶντα καὶ ἀναζυμοῦντα καὶ ἀφρίζειν ποιοῦντα καὶ ἕλκειν ὀξέα. τὸ δὲ σύμπασι τοῖς περὶ ταῦτα πάθος ἐναντίον οἰκεῖόν ἐστι τῆς γλυκύτητος· ὅταν γὰρ λεαίνῃ ἐπαλεῖφον τὰ τραχυνθέντα καθιστᾷ δὲ καὶ συνάγῃ τὰ παρὰ φύσιν κεχυμένα τὰ δ᾽ αὖ συνεστῶτα διαχαλᾷ καὶ ἅπανθ᾽ ὅτι μάλιστα ἱδρύῃ κατὰ φύσιν, γλυκύ. οὗτος
μὲν οὖν ὁ τρόπος ταῖς δυνάμεσι ἀφορίζει.Δημόκριτος δὲ σχῆμα περιτιθεὶς ἑκάστῳ γλυκὺν μὲν τὸν στρογγύλον καὶ εὐμεγέθη ποιεῖ· στρυφνὸν δὲ τὸν μεγαλόσχημον τραχύν τε καὶ πολυγώνιον καὶ ἀπεριφερῆ· ὀξὺν δὲ κατὰ τοὔνομα τὸν ὀξὺν τῷ ὄγκῳ καὶ γωνοειδῆ καὶ κάμπυλον καὶ λεπτὸν καὶ ἀπεριφερῆ· δριμὺν δὲ τὸν περιφερῆ καὶ λεπτὸν καὶ γωνοειδῆ καὶ κάμπυλον· ἁλμυρὸν δὲ τὸν γωνοειδῆ καὶ εὐμεγέθη καὶ σκολιὸν καὶ ἰσοσκελῆ· πικρὸν δὲ τὸν περιφερῆ καὶ λεῖον ἔχοντα σκολιότητα μέγεθος δὲ μικρόν· λιπαρὸν δὲ τὸν λεπτὸν καὶ στρογγύλον καὶ μικρόν. οἱ μὲν οὖν τρόποι τοσοῦτον διαφέρουσι.
Τάχα δ᾽ ἂν δόξειεν ὥσπερ ἐλέχθη καὶ οὗτος ἐκείνων εἶναι χάριν· αὐτῶν γὰρ τῶν δυνάμεων ὁ οὕτως ἀποδιδοὺς οἴεται τὰς αἰτίας ἀποδιδόναι δι᾽ ἃς ὁ μὲν στύφει καὶ ξηραίνει καὶ πήγνυσιν ὁ δὲ λεαίνει καὶ ὁμαλύνει καὶ καθίστησιν ὁ δὲ ἐκκρίνει καὶ διαχεῖ καὶ ἄλλο τι τοιοῦτο δρᾷ. πλὴν ἴσως ἐκεῖνα ἄν τις ἐπιζητήσειε παρὰ τούτων ὥστε καὶ τὸ ὑποκείμενον ἀποδιδόναι ποιόν τι· δεῖ γὰρ εἰδέναι μὴ μόνον τὸ ποιοῦν ἀλλὰ καὶ τὸ πάσχον ἄλλως τ᾽ εἰ καὶ μὴ πᾶσιν ὁ αὐτὸς ὁμοίως φαίνεται καθάπερ φησίν. οὐθὲν γὰρ κωλύει τὸν ἡμῖν γλυκὺν ἑτέροις τισὶ τῶν ζώων εἶναι πικρὸν καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως.
δῆλον γὰρ ὡς ἐν τῷ αἰσθητηρίῳ τίς ἐστιν ἑτέρα διάθεσις. ἐπεὶ τό γε τοῦ χυμοῦ σχῆμα ταὐτὸ καὶ ἐν ἄλλῳ ἔοικεν οὐ ταὐτὸ δύνασθαι πανταχοῦ ποιεῖν. εἰ δὲ τοῦτο ἀληθὲς δεῖ τι ἀνομοιότητος εἶναι τῶν ὑποκειμένων δι᾽ ὃ δὴ καὶ λεκτέον ὑπὲρ αὐτῶν. ἅμα δὲ κἀκεῖνο φανερὸν ὡς οὐ μία τις δύναμις τοῦ αὐτοῦ σχήματος εἴ γε τἀναντία πέφυκε ποιεῖν ἐν ἄλλῳ καὶ ἄλλῳ· τὸ μὲν γὰρ μὴ πάντα πρὸς τὴν αὑτοῦ δύναμιν ἄγειν οὐχ ὁμοίως ἄτοπον ὥσπερ οὐδὲ τὸ
πῦρ κάειν. εἰ δὲ καὶ ἐναντίως ἔνια διατίθεται τοῦτο πλείονος λόγου δεῖται. καίτοι κἀκείνου δεῖ τινα λέγειν αἰτίαν.