On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
Ταῦτα μὲν οὖν ἀμφοῖν κοινά. νοσήματα δὲ τῶν ἀγρίων οὐ λέγεται, τῶν δ᾽ ἡμέρων λέγεται πλείω, τάχα δὲ καὶ ἔστι διὰ τὴν ἀσθένειαν ὧν τὰ μὲν ἀνώνυμα, τὰ δὲ ὠνομασμένα, καθάπερ ἡ ψώρα καὶ ὁ σφακελισμὸς καὶ ἀστρόβλητα καὶ σκωληκόβροτα γίνεσθαι. ἀστρόβλητα μὲν οὖν μάλιστα γίνεται τὰ φυτὰ καὶ οἱ μόσχοι διὰ τὴν ἀσθένειαν. συμβαίνει δὲ τὸ πάθος ὅταν ἡ γῆ ξηρανθῇ καὶ μὴ ἔχωσιν ἕλκειν ὑγρότητα, δι᾽ ὃ καὶ ὑπὸ τὸ ἄστρον πλεῖστα·
τὰ δὲ πρεσβύτερα διὰ τὴν ἰσχὺν ἀντέχει τε μᾶλλον καὶ ἕλκει πόρρωθεν, ἔτι δ᾽ ὑγρότης ἡ οἰκεία πιοτέρα καὶ λιπαρωτέρα καὶ πρωϊκαρπότερα τῶν νέων καὶ ὅσα ἂν προδείξωσιν πάντ᾽ ἐκφέρουσιν· ὅλως δὲ πᾶσαν μεταβολὴν ἧττον δύναται τὰ ἀσθενέστερα φέρειν, ὑπὸ δὲ τὸ ἄστρον καὶ διυγραίνεταί πως μᾶλλον τὰ δένδρα, καθάπερ πρότερον ἐλέχθη, δι᾽ ὃ καὶ ἡ ἐπιβλάστησις· ἡ μὲν οὖν ἀστροβολία διὰ ταῦτα συμβαίνει καὶ ἔτι διὰ τὰς πληγὰς τὰς ἔξωθεν καὶ τὰς ἑλκώσεις· ἀσθενέστερα γὰρ διὰ ταῦτα γίνεται καὶ ἐπὶ πλέον αὐτῶν αἱ δυνάμεις διϊκνοῦνται· σκωληκοῦται δὲ μᾶλλον τὰ πρεσβύτερα.
συμβαίνειν δὲ δοκεῖ καὶ τοῦτο τὸ πάθος ἢ διὰ τὰς ἑλκώσεις τῶν περισκαπτομένων ἢ ὅταν ἐκδιψήσῃ διὰ τοὺς αὐχμούς· ἐκ μὲν γὰρ τῆς πληγῆς σήπεται, ἀλλοιούμενα δὲ τῇ σήψει ζωογονεῖ καθάπερ καὶ τὰ ἄλλα· ἐκ δὲ τοῦ διψῆσαι διὰ τὸ ἔλαττον ἔχειν τοῦ συμμέτρου τὸ ὑγρόν· οἷον γὰρ ἔκστασις γίνεταί τις ἐκ φύσεως, ἐν δὲ τῇ ἐκστάσει μεταβολὴ καὶ ἀλλοίωσις, ἐν δὲ τῇ μεταβολῇ διὰ τὴν σῆψιν ἡ ζωογονία. συμβαίνει δὲ τοῦτο καὶ ἐν ταῖς ἀφαυαινομέναις· ἐνισχύει γὰρ τότε τὸ θερμόν. σκωληκοῦνται δὲ μάλισθ᾽ αἱ μηλέαι δι᾽ ὃ κἀν τοῖς ἐμπύροις φαῦλαι· ταχὺ γὰρ αἱ ῥίζαι ξηραίνονται.