On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ὁμοία δ᾽ αἰτία καὶ τοῦ διαμένειν χλωροὺς ἐάν τις φυτεύσας περὶ φρέαρ ὅταν ὦσιν ὡραῖοι καθεὶς ἀποστεγάσῃ· ἡ μὲν γὰρ ἀπὸ τοῦ ἡλίου καὶ τοῦ πνεύματος οὐ γίνεται ξηρότης, ἅμα δὲ καὶ ἡ ἀπὸ τοῦ ὕδατος ἀτμὶς οἷον θάλλοντάς τε παρέχει καὶ κωλύει ξηραίνεσθαι. τροφὴν δὲ λαμβάνοντες διαμένουσι σωζομένων τῶν ῥιζῶν· ἔμβιοι δὲ γίνονται καὶ θεραπευόμεναι πλείω χρόνον δι᾽ ὃ καὶ ἄν τις περιτεμὼν τὴν βλάστησιν ὅταν καρποτοκήσωσι περισάξῃ γίνονται πάλιν ἐκ τῶν ῥιζῶν σίκυοι καὶ πρωΐτεροι πολὺ τῶν σπειρομένων ὅτι προϋπάρχει τὸ τῶν ῥιζῶν.

ἔτι δὲ ἡ περίσαξις ἀλέαν παρέχουσα θᾶττον ἀνιέναι ποιεῖ βλαστόν· μέγα γὰρ καὶ ἡ ἀλέα πρὸς τὸ πρωϊβλαστεῖν. σημεῖον δὲ καὶ τοῦτο φανερόν· ἐὰν γάρ τις χειμῶνος ἐν ταλάροις φυτεύσῃ σικύου σπέρματα καὶ ἄρδῃ τε θερμῷ καὶ πρὸς τὸν ἥλιον ἐκφέρῃ καὶ πρὸς τὸ πῦρ τιθῇ καὶ ὅταν ἡ ὥρα τοῦ σπείρειν καθήκῃ σὺν αὐτοῖς ταλάροις φυτεύσῃ πρώϊοι σφόδρα γίνονται· ταῦτα μὲν οὖν διὰ τὰς εἰρημένας αἰτίας συμβαίνει.

τῷ δὲ σχή- ματι καὶ τῇ μορφῇ μεταβάλλει τὸ σέλινον ἐὰν σπαρὲν καταπατηθῇ καὶ ἐπικυλινδρωθῇ· γίνεται γὰρ οὖλον διὰ τὸ μὴ διϊέναι τὴν βλάστησιν, ἀλλὰ --- ἐξομοιοῦται γὰρ ἐν ᾧ ἂν τεθῇ ἀγγείῳ· τοῦτο δ᾽ ὅτι ἡ τροφὴ κωλυο

μένη καὶ ἀποστεγομένη τῷ πέριξ φέρεται πρὸς τὸ ἐφελκόμενον καὶ εὐοδοῦν, οἷον γὰρ ὀχετεία τίς ἐστιν, ὥστε λαμβάνειν τὴν ὁμοιότητα τῷ περιέχοντι. συμβαίνει δὲ τρόπον τινὰ καὶ ἐπὶ τῶν ζώων τοῦτο κατὰ μικρότητα καὶ μέγεθος καὶ βραχύτητα καὶ μῆκος· μεμορφωμένα γὰρ εὐθὺς ἐκεῖνα ταῦτα δ᾽ ἅμα τῇ γενέσει μορφοῦται· δι᾽ ὃ καὶ τὸ σέλινον ὅταν μεταφυτεύηται κελεύουσιν ὁπόσον ἄν τις βούληται ποιῆσαι τηλικοῦτον πάτταλον κατακρούειν ὥστ᾽ ἐκπληροῦν πάντα τὸν τόπον τὴν ῥίζαν.

ὅμοιον δὲ τρόπον τινὰ τούτῳ καὶ ἡ τῶν ῥιζῶν αὔξησις ἐν τοῖς ἡμερώμασιν· εὐοδοῦσαι γὰρ καὶ ἔχουσαι τροφὴν αὔξονται μᾶλλον καὶ εἰς μῆκος καὶ εἰς πάχος.