On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
τούτῳ δὲ ὅμοιον τρόπον τινὰ τὸ ἐπὶ τῆς σκίλλης καὶ ἐπὶ τῶν ἄλλων τῶν ἔξω βλαστανόντων· ὡσαύτως δὲ καὶ τὰ ἐκ τῶν ξύλων ἐκφυόμενα καὶ μάλιστα ἐκ τῶν ἐλατίνων ἃ καλοῦσιν οἱ μάντεις εἰλειθυίας· ἀνειμένου γὰρ ὄντος καὶ μαλακοῦ τοῦ ἀέρος ἐκφύεται μάλιστα ὁπότε ἡ ἐνυπάρχουσα ὑγρότης συρρυεῖσα καὶ ἡ ἔξωθεν προσπίπτουσα συνεπάγη καὶ ἐποίησεν οἷον σφαιροειδές. ὁμοίως δὲ καὶ ὅσα ἰδίει τῶν ξύλων· καὶ γὰρ ταῦτα νοτίου καὶ ὑγροῦ τοῦ ἀέρος ὄντος τουτὶ πάσχει καὶ οὐ πάντα, ἀλλ᾽ ἐν οἷς ἐστι λιπαρότης οἷον κέδρου κυπαρίττου ἐλάας, ἃ δὴ καὶ σημεῖα καὶ τέρατα νομίζουσιν.
ὅσα δὲ ἄλλα συμβαίνει καὶ προφέρεται τῶν τοιούτων οἷον ὥς ποτέ φασιν ἐν πλατάνῳ φῦναι δάφνην ἢ ἁπλῶς περὶ τὰς ἐμβλαστήσεις τὰς ἐν ἀλλήλοις ἐκ λανθανούσης ἀρχῆς ὑποληπτέον γίνεσθαι καθάπερ ἐλέχθη· τὸ γὰρ αὐτοῦ τοῦ δένδρου τοιαύτην τινὰ γίνεσθαι σῆψιν ἢ ἀλλοίωσιν ἄλλως τε καὶ πολὺ διεστώσης οὐκ εὔλογον· οἱ δὲ τρόποι τοιοῦτοι· λέγω δὲ λανθανούσης εἰ ἐπιπέσοι σπέρμα καὶ ἔμβιον γένοιτο σῆψιν ἔχοντος γεώδη τινὰ τοῦ δένδρου· βλαστοίη γὰρ ἂν οὕτως ἕτερον ἐν ἑτέρῳ· ἀλλ᾽ ἡ τοιαύτη βλάστησις ὁμοία τῇ τῶν ἰξιῶν· ἢ ὡς διὰ πλείονος ἐπὶ τῇ πλατάνῳ ἐκ τοῦ χαλκοῦ τρίποδος· μᾶλλον δ᾽ ἀμφότεραι τῇ ἐκ τῆς γῆς·
οὐ γὰρ οἷόν τε φῦναι μὴ γεώδους τινὸς ἐνυπάρχοντος ὥσπερ οὐδ᾽ ἐκ τῶν τοίχων τῶν λιθίνων ἐὰν μὴ τοιαύτη τις συρροὴ γένηται καὶ σῆψις ἐξ ἧς πέφυκε βλαστάνειν ἔτι δ᾽ ὕστερον ἐπιρροήν τινα λαμβάνῃ τῆς τροφῆς· οὕτω γὰρ αὐτῶν ἡ αὔξησις. ἀλλὰ τὰ μὲν τοιαῦτα καὶ αὐτομάτως ἢ πάντα ἢ ἔνια γίνεται, τάχα δὲ καὶ σπερμάτων τινῶν καταρρυέντων ἅμα τῇ σήψει καὶ
συστάσει· δάφνη δὲ καὶ εἴ τι τοιοῦτον ἕτερον ἀπὸ τῶν καρπῶν· εἰ δ᾽ ἄρα καὶ τοῦτο ἀπὸ σήψεώς τινος οὐδὲν διαφέρει πρὸς τὴν αἰτίαν.εἰ δέ ποτε δένδρον ἐκπεσὸν ὑπὸ χειμῶνος ἀνέστη πάλιν αὐτόματον ὥσπερ ἐν Φιλίπποις μὲν ἰτέα, ἐν δὲ Ἀντάνδρῳ πλάτανος καὶ τῆς μὲν οὐδὲν ἀφῃρέθη πλὴν ὅσοι τῶν ἀκρεμόνων κατεκλάσθησαν ἐν τῇ πτώσει, τῆς πλατάνου δὲ ἀφῃρέθη καί τι παρεπελεκήθη τὴν δ᾽ αἰτίαν ὑπελάμβανον ὅτι πεσοῦσα ἐπὶ θάτερον μέρος ἀνέσπασε πολλὴν γῆν, ἐπιγενομένου δὲ εἰς νύκτα τότε πνεύματος ἐναντίου καὶ μεγάλου κινήσαντος αὐτὸ διὰ τὸ ἐμπίπτειν τοῖς ἀκρεμόσι ῥοπὴν ἐποίησεν ἐγκείμενον τὸ μέρος καὶ κατασπάσαν ὤρθωσεν· οὕτω γὰρ συνέβη τῷ ἐν Φιλίπποις· τὸ δ᾽ ἕτερον ἐκινήθη μὲν ὁμοίως καὶ τὴν ἀνάσπασιν εἶχε τῆς γῆς, διὰ δὲ τὴν περικοπὴν ἀνέστη ῥᾷον· ἀλλὰ γὰρ ταῦτα μὲν ἴσως ἔξω φυσικῆς αἰτίας ἐστίν· ὑπὲρ δὲ τῶν ἐν αὐτοῖς τοῖς φυτοῖς ἐκ τῶν εἰρημένων πειρατέον μετιέναι καὶ θεωρεῖν.
Ἑπόμενα δέ πώς ἐστι τούτοις εἰπεῖν ὅσα δὴ διὰ τέχνης καὶ παρασκευῆς γίνεται τῶν περιττῶν ὑπὲρ ὧν φανερωτέρας ἄν τις ὑπολάβοι τὰς αἰτίας εἶναι καθάπερ καὶ εἰσίν. ἀγιγάρτους μὲν γὰρ ποιοῦσι τοὺς βότρυς ἐξαιροῦντες τὴν μήτραν, ἀφ᾽ ἧς γίνεται τὸ γίγαρτον. ἐκ τοῦ αὐτοῦ δὲ κλήματος φέρειν λευκὸν καὶ μέλανα βότρυν ἢ ἐν αὐτῷ τῷ βότρυϊ τὰς ῥᾶγας τὰς μὲν τοιαύτας, τὰς δὲ τοιαύτας, ὅταν διελόντες συνθῶσι ἑκατέρου τὸ ἥμισυ πλὴν τοῦ κάτω μέρους καὶ συνδήσαντες καταπήξωσι· συμφύεται γὰρ ἀλλήλοις·
σύμφυτον μὲν γὰρ ἅπαν τὸ ζῶν τῷ ζῶντι καὶ μάλιστα τὸ ὁμογενὲς, ὅταν ἀφελκωθῇ καὶ γένηται μία τις φύσις. ἑκάτερον δὲ καθ᾽ ἑαυτὸ τὴν τροφὴν διΐησιν ὥστε μὴ ἐπιμιγνυμένης ἀποδιδόναι τὸν οἰκεῖον καρπόν· ὅπερ καὶ οἱ ποταμοὶ ποιοῦσιν οἱ συμβάλλοντες ἀλλήλοις ὥσπερ ὅ τε Κηφισὸς ἐν
τῇ Βοιωτίᾳ καὶ ὁ Μέλας· ἑκάτερος γὰρ ῥεῖ τὸν αὑτοῦ πόρον. ἐνταῦθα δ᾽ οὐδὲ συμβάλλουσιν, ἀλλὰ παρ᾽ ἀλλήλας ὀχετεύονται καὶ ῥέουσιν αἱ τροφαί.ταὐτὸ δὲ καὶ παραπλήσιον τούτῳ καὶ ὅταν τὸ αὐτὸ δένδρον παντοδαπὰς φέρῃ ῥόας ἢ μῆλα· τῇ σφυρᾷ γὰρ οἷον μαλάξαντες τὰς ῥάβδους ἵνα συμφύωσιν ἢ διὰ τὴν ἀφέλκωσιν συνδήσαντες ἐφύτευσαν, εἶτα γίνεται τὸ μὲν δένδρον ἓν τῇ συμφύσει, διατηρεῖ δὲ ἕκαστον τὸ γένος ἕλκον καθ᾽ αὑτὸ καὶ πέττον τὴν τροφὴν, οὐδὲν δὲ ἄλλο ἢ τῆς συμφύσεως κοινωνοῦν. σχεδὸν δὲ καὶ παρόμοιον τούτῳ καὶ ἐπὶ τῶν μειζόνων γίνεται καὶ μάλιστα ἐπὶ τῶν ἀγρίων τῇ φύσει· περιπλακεῖσα γὰρ συκῆ καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστι συμφύεταί τε καὶ ἓν ποιεῖ τὸ στέλεχος·
καὶ τούτων τὰ μὲν ἐξεπίτηδες ποιοῦσιν, ἔνια δὲ καὶ αὐτομάτως λαμβάνει τοιαύτην σύμφυσιν, ὅσα προσφιλῆ τε καὶ μὴ ἐναντία ἀλλήλοις· ὅταν γὰρ ἅπαξ συμπλακῇ καὶ δέξηται, καθάπερ φύσις τις αὕτη μία γίνεται, δι᾽ ὃ κᾂν ἀφαιρῇ κᾂν λύῃ τις αὐαίνονται, καθάπερ καὶ τῶν μὴ ὁμογενῶν τὰ ὁμοβλαστῆ καὶ σύντροφα γενόμενα ἀλλήλοις ὥσπερ ἐπὶ τῆς ἀναδενδράδος ἐλέχθη καὶ τῆς συκῆς. ἐπεὶ ὅσα γε βλάπτει περιφυόμενα καὶ ἐμφυόμενα, καθάπερ ὁ κιττὸς, ἐκ τούτων γε οὐ γίνεται μία φύσις· αὐαίνεται γὰρ θάτερον. πολυφορεῖν μὲν οὖν ταὐτὸ διὰ ταύτας ὑποληπτέον τὰς αἰτίας· ὅμοιον γὰρ τρόπον τινὰ καὶ ὥσπερ εἴ τις ἐνοφθαλμίσειε δένδρον ἓν ἀπὸ πλειόνων καὶ διαφόρων· ἀρχὰς γὰρ πεποίηκε καὶ φύσεις πλείους ἀπὸ μιᾶς οὐσίας, ἐκεῖνο δὲ ἐξ ἀρχῶν πλειόνων μίαν οὐσίαν τῇ φύσει.
Τὰ δὲ τῶν καρπῶν μεγέθη τῶν κατορυττομένων ἐν ταῖς χύτραις ὅταν κατάγωσι τοὺς ἀκρεμόνας, οἷον ῥοῶν καὶ μήλων εὐλόγως γίνεται. τό τε γὰρ ὑπὸ τοῦ ἡλίου καὶ τοῦ ἀέρος ἀφαιρούμενον ἡ χύτρα κω
λύει ἀποστέγουσα καὶ ἅμα τὴν ἐκ τῆς γῆς ἕλκει νοτίδα δι᾽ ἧς τρέφεται· τὴν γὰρ ἀπὸ τοῦ δένδρου ἐπιρροὴν οὐκ εὔλογον γίνεσθαι πάρωρον οὖσαν ἢ βραχεῖάν τινα πάμπαν, δι᾽ ὃ καὶ ὁ μὲν κόκκος οὐδὲν μείζων τῆς ῥόας γίνεται, τὸ δὲ σίδιον παχύτερον ὡς οὐ διικνουμένης εἰς ἐκεῖνον τῆς τροφῆς· ἔοικε γὰρ ὁ οἰκεῖος χυλὸς τῇ φυσικῇ δυνάμει πάντων γίνεσθαι καὶ πεπαίνεσθαι, δι᾽ ὃ καὶ τὰ μῆλα χείρω καὶ ἀχυλότερα γίνεται· τὸ δὲ σίδιον καὶ ἐκ τῶν ἔξωθεν λαμβάνει τὴν αὔξησιν ὡς ἀλλοτριώτερον τῆς φύσεως.ἡ δ᾽ ὁλκὴ τῆς νοτίδος, ἐξ ἧς ἡ τροφὴ καὶ ἐπίδοσις οὐκ ἄλογος ὥσπερ τοῦ ἄρου καὶ ἑτέρων ὥσπερ πρότερον εἴπομεν. ὁμοίως δὲ τοῦτο συμβαίνει καὶ ἐν τοῖς λαχάνοις, ἐφ᾽ ὧν παχύνουσι τὰς ῥίζας τῶν μὲν ἀφαιροῦντες τὰ φύλλα, καθάπερ τῆς ῥαφανίδος, ὅταν μάλιστα ἀκμάζωσι τοῦ χειμῶνος, καὶ κατασάττοντες τὴν γῆν ὥστε καὶ τὸ ὕδωρ ἀποστέγειν. ἐν γὰρ τῷ θέρει γίνονται θαυμασταὶ τῷ πάχει.
τοῦ δὲ σελίνου περιορύξαντες κάτω μέχρι τῶν ῥιζῶν καχρύδιον περιβάλλοντες καὶ ἄνωθεν τὴν γῆν. αἴτιον δὲ ὅτι τὴν τροφὴν ἅπασαν αὗται λαμβάνουσιν καὶ οὐ διδόασιν εἰς τοὺς βλαστούς· μὴ μεριζομένης δὲ πλείων ἡ αὔξησις. ὅσα μὲν οὖν παραβλαστικὰ οἷον κρόμυα ῥίζας ἑτέρας ἀφίησι καὶ ἄλλα δὲ τῶν ἀγρίων· ἡ δὲ ῥαφανὶς μὴ οὖσα παραβλαστικὴ, τροφὴν δὲ λαμβάνουσα καὶ οὐ διαπέμπουσα εἰς τὸ ἄνω παχύνεται καὶ μείζων γίνεται. τοῦ δὲ μὴ συμβαίνειν φθορὰν καὶ σῆψιν ἡ ἐπίσαξις αἰτία τῆς γῆς ἀποστέγουσα τὸ ὕδωρ καὶ ὅλως πᾶν τὸ ἀλλότριον· τοῖς δὲ σελίνοις τὸ καχρύδιον θερμὸν καὶ πυκνὸν ὂν συνανέλκει μὲν τῇ πυκνότητι τὴν τροφὴν, κατέχει δὲ καὶ οὐ διαδίδωσιν εἰς τὸ ἄνω καὶ ἅμα τῇ θερμότητι πέττει· πολλῆς οὖν τροφῆς γινομένης καὶ πεττομένης πολλὴ καὶ αὔξησις.
παραπλήσια δὲ τούτοις καὶ τὰ περὶ τοὺς σικύους καὶ τὰς
κολοκύντας γινόμενα κατά τε τὴν ἁπαλότητα καὶ τὴν αὔξησιν οἷον ἐάν τις μικρὰς οὔσας κρύψῃ κατὰ τῆς γῆς· οὐδὲν γὰρ ἀφαιρεῖται τῆς τροφῆς, ὁ δ᾽ ἥλιος καὶ τὰ πνεύματα ἀναξηραίνοντα τοὺς ὄγκους ἐλάττους ποιοῦσιν ὥσπερ καὶ τῶν δένδρων τῶν ἐν τοῖς προσηνέμοις καὶ εὐείλοις. ὡσαύτως δὲ καὶ οἱ ἐν τοῖς ἀγγείοις τιθέμενοι καθάπερ ἐν νάρθηκι καὶ καλυπτῆρσιν. ἡ μὲν γὰρ τροφὴ πλείων διὰ τὸ μήτ᾽ ἀποπνεῖσθαι μήτ᾽ ἀποξηραίνεσθαι μηδὲν, ἡ δ᾽ αὔξησις εἰς μῆκος καὶ διὰ τὸ εὐροεῖν τὴν τροφὴν εὐθυποροῦσαν καὶ διὰ τὸ μηδὲν ἀντισπᾷν μηδ᾽ ἀντιπίπτειν.ὁμοία δ᾽ αἰτία καὶ τοῦ διαμένειν χλωροὺς ἐάν τις φυτεύσας περὶ φρέαρ ὅταν ὦσιν ὡραῖοι καθεὶς ἀποστεγάσῃ· ἡ μὲν γὰρ ἀπὸ τοῦ ἡλίου καὶ τοῦ πνεύματος οὐ γίνεται ξηρότης, ἅμα δὲ καὶ ἡ ἀπὸ τοῦ ὕδατος ἀτμὶς οἷον θάλλοντάς τε παρέχει καὶ κωλύει ξηραίνεσθαι. τροφὴν δὲ λαμβάνοντες διαμένουσι σωζομένων τῶν ῥιζῶν· ἔμβιοι δὲ γίνονται καὶ θεραπευόμεναι πλείω χρόνον δι᾽ ὃ καὶ ἄν τις περιτεμὼν τὴν βλάστησιν ὅταν καρποτοκήσωσι περισάξῃ γίνονται πάλιν ἐκ τῶν ῥιζῶν σίκυοι καὶ πρωΐτεροι πολὺ τῶν σπειρομένων ὅτι προϋπάρχει τὸ τῶν ῥιζῶν.