On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
Τὰς δὲ μεταβολὰς τῶν καρπῶν εἴ τινες ἢ ἐκ λευκῶν μέλανες ἢ ἐκ γλυκέων ὀξεῖς ἢ ἀνάπαλιν καθάπερ φασὶν ἐπί τε συκῆς καὶ ἀμπέλου καὶ ῥόας τοῦτο συμβαίνειν ἐνιαχοῦ μὲν οὐδὲ θαυμαστὸν οὐδ᾽ ὅλως ἄτοπον φαίνεται τὸ τὴν φύσιν, ὁτὲ μὲν οὕτως, ὁτὲ δὲ ἐκείνως καὶ τοῖς μέρεσιν ἀνομοίως φέρειν οἷον τὴν κάπνεον ἄμπελον καλουμένην· αὕτη γὰρ δοκεῖ τοὺς μὲν λευκοὺς
ἐνίοτε, τοὺς δὲ μέλανας καὶ ὁτὲ μὲν πάντας τοιούτους, ὁτὲ δὲ τοιούτους φέρειν. δι᾽ ὃ καὶ οὐδ᾽ οἱ μάντεις εἰώθασι τοῦτο κρίνειν ὡς τέρας· τὸ γὰρ εἰωθὸς οὐ τέρας.αἴτιον δὲ τῆς παραλλαγῆς ὅτι τὸ χρῶμα τούτων τῶν βοτρύων οὔτε μέλαν οὔτε λευκόν ἐστιν ἀλλὰ καπνῶδες, ὅθεν καὶ τὴν προσηγορίαν ἔσχεν. ἐὰν οὖν μικρά τις ἐναλλαγὴ γένηται δοκεῖ μεταβεβληκέναι τὴν χρόαν· οὐδ᾽ ἕτερον δ᾽ εἰλικρινὲς οὔτε τὸ μέλαν οὔτε τὸ λευκὸν ἔχει δι᾽ ὃ καὶ ἐνίοτε τῶν βοτρύων ἑτερόχροοί τινες, οἱ μὲν εἰς τὸ λευκὸν, οἱ δ᾽ εἰς τὸ μέλαν μᾶλλον ἀποκλίνοντες. αἰτία δ᾽ ἡ τροφὴ καὶ ἡ διάθεσις αὐτῆς τῆς ἀμπέλου.
τοῦτο μὲν οὖν ὥσπερ ἐλέχθη συγχωρεῖται τῷ μὴ θαυμαστῷ. τὸ δ᾽ ἐπὶ τῶν ῥοῶν εἰ μὲν ὅλων τῶν δένδρων γίνονται μεταβολαὶ παρόμοιον ἄν τι τὸ συμβαῖνον εἴη τοῖς περὶ Κιλικίαν καὶ Αἴγυπτον εἴπερ αὐτόματος ἡ μεταβολή. τῆς γὰρ χώρας τὸ πάθος καὶ ἡ δύναμις. εἰ δὲ μὴ ὅλων ἀλλά ποτε τοῦτο συνέβη τῇ τροφῇ καὶ τῇ διαθέσει τὴν αἰτίαν ἀποδοτέον ὡς ἐκ τοιαύτης γεγενημένης καὶ κρατηθείσης ἐν τῇ ἀνθήσει. εἰ δ᾽ ἀνωμάλους ἤνεγκεν ἐν ταῖς ῥίζαις ἡ αἰτία καὶ εἴ τι μέρος ἄλλο κύριον τῷ τὰ μὲν τοιαύτην, τὰ δὲ τοιαύτην λαβεῖν ἢ καὶ ποιῆσαι καὶ ἀναδοῦναι τὴν τροφήν· ἅμα δὲ καὶ τὸν ἀέρα συνεργεῖν τι, καὶ γὰρ ὑπὸ τούτων γίγνονται διαφοραί.
δόξειε δ᾽ ἂν ἀτοπώτατον ἐνταῦθα εἶναι τὸ μερίζεσθαι τὰς ῥίζας· ἐνίοτε γὰρ ἐκ θατέρου μέρους οὐκ ἔχει τὸ δένδρον ἢ ἐλάττους, ὁ δὲ καρπὸς ὁμοίως πανταχόθεν ὡς ἀναμιγνυμένης δῆλον ὅτι πανταχοῦ τῆς τροφῆς. οὐ μὴν ἀλλ᾽ ἴσως ἐὰν μὲν ἐκλείπωσί τινες ἀπὸ τῶν ἑτέρων ἡ τροφὴ πᾶσιν. ἐὰν δὲ πανταχόθεν ἔχῃ τῷ καθ᾽ αὑτὴν ἑκάστην οὐ κατὰ λόγον ὡς ἄν τις φράσειεν εὐθυπορούντων πως τῶν πόρων· ἔνια γὰρ συμβαίνει καὶ ζῆν τῶν φυτῶν ἐκ θατέρου μέρους· αὐξανόμενα γὰρ συμπληροῦν πως τὸ ὅλον τὰ μὲν
ἐμπεριλαμβάνοντα, τῶν δὲ καὶ ἀποπιπτόντων διὰ τὸ αὖον· εἰ δέ τις καὶ αὕτη πίστις ἐστὶν ἐκ τῶν συντιθεμένων κλημάτων μὴ ὁμογενῶν ὅτι μία μὲν ἡ ἄμπελος, φέρει δ᾽ ἑκάτερον τῶν μερῶν τὸν οἰκεῖον καρπὸν ὡς οὐ μιγνυμένης ἀλλ᾽ εὐθυπορούσης τῆς τροφῆς εἴη δ᾽ ἂν καὶ ταύτῃ χρῆσθαι· τοῦτο μέντοι ἥκιστα γινόμενον καὶ ἥκιστα πίστιν ἔχον ἐστίν·αἱ δ᾽ ἄλλαι μεταβολαὶ μάλιστα τὰς εἰρημένας ἂν ἔχοιεν αἰτίας ὁμοίως ἐπὶ πάντων εἴτε χρώμασιν εἴτε χυλοῖς εἴτε ἄλλῳ τινὶ μεταβάλλουσιν. αἱ γὰρ τροφαὶ τὰς διαθέσεις ἀλλοιοῦσι καὶ μεθίστασιν ὁτὲ μὲν κρατούμεναι, ὁτὲ δὲ κρατοῦσαι καθάπερ καὶ ἐν τοῖς ἀπὸ τῶν σπερμάτων φυομένοις, πλὴν ἐνταῦθα ἡ ἔκστασις ἀεὶ πρὸς τὸ χεῖρον, ἀλλ᾽ ἐπὶ τῶν ἐξειργασμένων καὶ ἡμερωμένων ἔχει τὴν ὁμοίωσιν.