On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ταχεῖα δὲ ἡ ἐκ τῶν ἐκπηγνυμένων ἀναβλάστησις, ὅτι συμβαίνει τὴν ῥίζαν ἰσχυρὰν γίνεσθαι καὶ πλήρη συνηθροισμένης τῆς ἔνης τροφῆς ἣν οὐ διέδωκεν, ἔτι δὲ τὴν πρότερον οὐ πολλὴν καὶ ἰσχυρὰν διανεμομένην τότ᾽ εὔλογον ἀναλίσκεσθαι, ὥστ᾽ εὐλόγως καὶ ἡ αὔξησις ταχεῖα καὶ ἡ καρποτοκία. τοῦτο μὲν οὖν ὁμολογουμένως γίνεται παρὰ πᾶσιν.

ὃ δέ τινες θαυμάζουσιν, ὅτι ἡ μὲν χιὼν οὐκ ἐκπήγνυσιν, ἡ δὲ πάχνη μετριωτέρα τῆς χιόνος οὖσα, οὐδὲν ἄτοπον· πρῶτον μὲν ὅτι ἡ μὲν οὐκ ἐπιμένει, ἀλλ᾽ ἀποτήκεται ἀπὸ τῶν κλημάτων καὶ τῶν βλαστῶν, ἡ δὲ πάχνη ταῦτ᾽ ἀποκάει· ἔπειτα καὶ ἡ διάθεσις αὐτὴ τοῦ κλήματος· ἡ μὲν γὰρ ἀβλαστοῦς, ἡ δὲ βεβλαστηκότος ἄρτι πίπτει ὅτε ἀσθενέστατον ἐνίοτε δὲ ἀνοιδοῦντος πρὸς τὴν βλάστησιν ὅτε οὐχ ἧττον ὡς εἰπεῖν ἐπίκηρον ἐπὶ πᾶσι διϋγραινομένου ἤδη καὶ μανουμένου· ἔτι καὶ λεπτοτέρα τῆς χιόνος, ὥστε δι᾽ ἄμφω σφοδροτέραν τὴν πῆξιν εἶναι.

ἡ δὲ χιὼν ὅλως οὐδ᾽ ἂν ἐπιμείνειεν ἐπὶ τοῖς κλήμασι μὴ κατακρυπτομένης ὅλης. ὅταν δὲ τοῦτο πάθῃ, σκεπάζει τῷ ἐπιμένειν ἐγκατακλείουσα τὴν θερμότητα καὶ ἀποστέγουσα τὴν ἔξω, καθάπερ καὶ τὴν γῆν· τὸ δ᾽ ὅλον καὶ τμητικωτέρα δοκεῖ ἡ πάχνη τῆς χιόνος εἶναι, δι᾽ ὃ καὶ τὰς νεοὺς οἴονταί τινες βελτίους ταύτην ποιεῖν· διαχεῖν γὰρ τὰς βώλους διαδυομένην καὶ δάκνουσαν τῷ συνεστάναι μᾶλλον· λεπτοτέρα δ᾽ ἐστὶ τῆς χιόνος ὅτι ἡ μὲν ἐκ νέφους καὶ οἷον ἀφρός τις ἐμπεριειληφυῖα πνεῦμα, ἡ δ᾽ αὐτὴ καθ᾽ αὑτὴν συνεστηκυῖα καὶ ἐκ λεπτοτέρου τινὸς ἀέρος καὶ ὑγροῦ· τούτων μὲν οὖν ταύτας ὑποληπτέον τὰς αἰτίας.

Αἱ δ᾽ ἐκπήξεις ὅλως πότερον διὰ τὴν

παχύτητα τοῦ ἀέρος ἢ διὰ τὴν λεπτότητα γίνονται καὶ εἰ δι᾽ ἄμφω, διὰ πότερον μᾶλλον, ἀπορήσειεν ἄν τις· εἰ μὲν γὰρ οὐδὲ τοῦ ἀέρος γίνεται πῆξις, ὅταν μὴ αἴθριος ὁ ἀὴρ, μηδ᾽ ἂν τοῦ παχέος δόξειεν· ὁ γὰρ αἴθριος λεπτότερος, ἅμα δὲ καὶ διαδυτικώτερος ὁ λεπτὸς, ἡ δ᾽ ἔκπηξις εἰσδυομένου τοῦ τέμνοντος, ἔτι δ᾽ εὐψυχότερος καὶ εὐπαθέστερος ὅλως ὁ λεπτός· διὰ τοῦτο γὰρ καὶ τὰ ὕδατα προθερμανθέντα ψύχεται καὶ πήγνυται θᾶττον ὅτι λεπτύνεται τῇ θερμότητι.

συνεπιμαρτυρεῖν δὲ καὶ οἱ τόποι δοκοῦσιν οἱ ἐναίθριοι λεγόμενοι· πλείω γὰρ ἐκπήγνυται καὶ πλεονάκις ἐν τούτοις ἐνιαχοῦ μὲν καὶ μικρὸν πάνυ διεχόντων, ὥσπερ ἐν Κορίνθῳ τὸ Κράνιον καὶ τὸ Ὀλύμπιον. σκληραὶ γὰρ αἱ αἰθρίαι σφόδρα περὶ τὸ Κράνιον, ὥστε καὶ τοῖς φυτοῖς καὶ τῇ αἰσθήσει δῆλον εἶναι. ἐνιαχοῦ δὲ καὶ ἐπὶ πλείονι διαστήματι. καὶ ὅλως οἱ πρότερον οὐκ ἐκπήγνυντες τόποι παχέος ὄντος τοῦ ἀέρος νῦν ἐκπηγνύουσι, καθάπερ οἱ περὶ Λάρισσαν τὴν ἐν Θετταλίᾳ· τότε μὲν γὰρ ἐνεστηκότος ὕδατος πολλοῦ καὶ λελιμνωμένου τοῦ πεδίου παχὺς ὁ ἀὴρ ἦν καὶ ἡ χώρα θερμοτέρα· τούτου δ᾽ ἐξαχθέντος καὶ ἐνίστασθαι κωλυθέντος ἥ τε χώρα ψυχροτέρα γέγονε καὶ αἱ ἐκπήξεις πλείους·

σημεῖον δὲ λέγουσιν, ὅτι τότε μὲν ἦσαν ἐλάαι καὶ ἄλλοθι καὶ ἐν αὐτῷ τῷ ἄστει μεγάλαι καὶ καλαὶ νῦν δὲ οὐδαμοῦ, καὶ αἱ ἄμπελοι τότε μὲν οὐκ ἐξεπήγνυντο νῦν δὲ πολλάκις. ὅτι δὲ τὸ ὕδωρ οὐκ ἀεὶ ψυχροτέρας ποιεῖ, ἀλλ᾽ ὅπερ καὶ τὸ πρότερον ἐλέχθη σημεῖον τὸ περὶ Αἶνον γενόμενον· αὕτη γὰρ ἀλεεινοτέρα δοκεῖ νῦν γεγονέναι πλησιαίτερον ὄντος τοῦ Ἕβρου· ταύτῃ μὲν οὖν δόξειεν ἂν ὁ λεπτὸς ἀὴρ πηκτικώτερος εἶναι· τῇ δὲ πάλιν ὁ παχύτερος· ἀκινητότερος γὰρ, ὁ δ᾽ εὐκίνητος εὐπηκτότερος·