On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ἔνιοι δὲ μόνον παρὰ τὰ ἄκρα τῶν κλημάτων καὶ τὰς κράδας αὐτὰς καθάπερ ἔν τε τῷ Πόντῳ καὶ περὶ Μήδειαν οἷον ἐμφράττοντες τὰς ἀρχάς· ἐὰν γὰρ ταῦτα συγκλεισθῇ καίπερ τἆλλα ὄντα γυμνὰ οὐδὲν πάσχουσι διὰ τὸ μὴ ἔχειν εἴσοδον. διϊκνεῖται γὰρ ἀπὸ τῶν ἄνω πρὸς τὰ κάτω καὶ τὰς ῥίζας· ἡ δ᾽ ἰδιότης ἰσχυρὰ καθάπερ ὑφ᾽ ἡλίου καὶ χρόνου πολλοῦ διὰ τὴν σφοδρότητα καὶ τὴν ἰσχὺν τοῦ ψύχους· ἐξάγει γὰρ μᾶλλον καὶ ἀθροώτερον τὸ ὑγρὸν ἅμα τῷ θερμῷ.

τὸ δὲ πονεῖν μάλιστα τῶν τόπων ὅσοι κοῖλοι καὶ αὐλῶνές εἰσι καὶ ὅσοι περὶ

τοὺς ποταμοὺς καὶ ὅλως τοὺς ἀπνευστοτάτους οὐκ ἄλογον. ἵσταται γὰρ μάλιστα ἐνταῦθα φερόμενον τὸ πνεῦμα καὶ πλεῖστον διατρίβει χρόνον ὥστε καὶ μάλιστα ἀπεργάζεται. καὶ γὰρ ὅπου μὴ διὰ πνεύματα τὸ πάθος, ἀλλὰ διὰ παρουσίαν καὶ στάσιν τινὰ τοῦ ἀέρος γίνεται καθάπερ ἐν Μακεδονίᾳ τε καὶ Θετταλίᾳ ἐνιαχοῦ καὶ περὶ Φιλίππους ἐνταῦθ᾽ οἱ κοῖλοι τόποι μάλιστα πονοῦσιν· ἐφεστηκὼς γὰρ ὁ ἀὴρ πήγνυται καὶ πήγνυσιν καὶ τὸ ὅλον πλείω χρόνον ἐργάζεται. κατὰ δὲ τοὺς ὑπτίους οὐδὲ γίνεται πῆξις ὅλως ὥσπερ ἡ τοῦ ὕδατος ἢ πνεύματος· κωλύει γὰρ ἡ κίνησις.

ἀλλ᾽ ἐκεῖνο θαυμαστὸν καὶ λόγου δεόμενον ὅτι οὐ τὰ ἀσθενέστατα μάλιστα πονεῖν εἴωθεν, ἀλλ᾽ ἐνίοτε τὰ ἰσχυρὰ μᾶλλον· ἐλάαν γὰρ καὶ συκῆν οὐδὲν ἄλογον ἀποκαυθῆναι· τῆς μὲν γὰρ μετέωροι, τῆς δὲ μαναὶ αἱ ῥίζαι, ὥστε καὶ ἄνωθεν τὸ ψύχος διϊκνεῖσθαι· καὶ ἡ ἄμπελος δὲ ἔχει τινὰ αἰτίαν ἐκ τῆς φύσεως καὶ ἐκ τῆς ἑλκώσεως τῆς περὶ τὴν τομήν· ἀλλὰ τὸ τὸν κότινον μᾶλλον πονῆσαι τῆς ἐλάας ἄτοπον καὶ τὸ τὴν ῥόαν μηδὲν παθεῖν ἀσθενῆ πρὸς τοὺς χειμῶνας οὖσαν· ἐκπήγνυσθαι γὰρ τάχιστα δοκεῖ.

καὶ γὰρ εἰ διαφέρουσιν αἱ ἐκπήξεις αἱ ὑπὸ τῶν πάγων καὶ τῶν πνευμάτων ὅλως οὐκ ἄλογον ἀμφοτέρων τὰ ἀσθενέστατα μάλιστα ὑπακούειν, εἰ μὴ ἄρα τὸ αὐτὸ γίνεται καὶ ἐνταῦθα τῷ πρότερον εἰρημένῳ· μᾶλλον γὰρ ἐφίσταται καὶ ἐμμένει τοῖς πυκνοῖς ἢ τοῖς μανοῖς, τὰ δὲ μανὰ διΐησιν ὃ καὶ τοῦ μὴ ἐκπήγνυσθαι τὰς μηλέας αἴτιον ἢ ἧττόν γ᾽ ἑτέρων ἀσθενεῖς οὔσας ὥσπερ καὶ περὶ Θετταλίαν· τῇ γὰρ μανότητι διΐησιν καὶ οὐκ ἀποστέγει· τὸ δὲ μὴ χρονιζόμενον μηδὲ ἀθρόον οὐδ᾽ ἐργατικὸν, ὥσπερ οὐδ᾽ ἐν τοῖς κεραυνοῖς. δεῖ δὲ δυοῖν θάτερον ἢ μὴ δέχεσθαι, καθάπερ τὰ πυκνὰ καὶ ἰσχυρὰ, τοιοῦτον γὰρ ἡ ἄπιος καὶ τὰ ἄγρια δὲ καὶ τὰ ἄκαρπα ἔτι μᾶλλον οἷον πτελέα ὀστρύη, ἢ δεξάμενον

διϊέναι καὶ μὴ κατέχειν. ὑπὲρ μὲν οὖν τούτων ἐνταῦθά που τὸ αἴτιον.

ἡ δὲ τοῦ πνεύματος φορὰ, καθ᾽ ὃν ἂν γένηται τόπον, ἐπέκλυσεν οἷον ποταμός τις ῥυεὶς, ὥσπερ ἐν τοῖς λοιμοῖς δι᾽ ὃ καὶ τὰ ἁπτόμενα καὶ τὰ σύνεγγυς ἀπαθῆ πολλάκις, ἐνίοτε δ᾽ οὕτως εἰς ἀκριβὲς διῆλθεν, ὥστε τῶν ἐπὶ τοῦ αὐτοῦ κλήματος ὀφθαλμῶν οἱ μὲν ὑγιεῖς, οἱ δὲ πεπηγότες εἰσίν· πολλάκις δὲ κεκρυμμένης ὑπὸ χιόνος ὅλης τῆς ἀμπέλου, γίνεται γὰρ τοῦτο ἐν τοῖς ψυχροῖς τόποις, ἐὰν λάβῃ γυμνὰ τὰ ἄκρα κλήματα, ταῦτα ἀπέκαυσε καὶ ἀπὸ τούτων διαδίδωσι πρὸς τὰς ῥίζας --- ὥστ᾽ ἐνίοτε ζῆν·

περὶ δὲ τὸν Πόντον ὑπὸ τῶν πνευμάτων ἔκπηξις γίνεται, ὅταν αἰθρίας οὔσης λεπίδες καταφέρωνται· ταῦτα δέ ἐστι πλατέα ἄττα φερόμενα μὲν φανερὰ, πεσόντα δ᾽ οὐ διαμένει· δῆλον δὲ ὅτι πῆξίς τις τῆς ὑγρότητος ἐν τῷ ἀέρι, καθάπερ τῆς πάχνης· ὅταν οὖν τοιοῦτος ὁ ἀὴρ προσπίπτων ὑπὸ τοῦ πνεύματος ᾖ καὶ ταῦτα συγκαταφέρηται, κατὰ λόγον ἡ ἔκπηξις γίνεται. τὰ δὲ πνεύματα τοῖς μὲν ψυχροῖς φύσει τῶν τόπων, ὥσπερ ἐγχώρι᾽ ἄττ᾽ ἂν εἴη, καθάπερ ἐν τῷ Πόντῳ καὶ τῇ Θράκῃ, τοῖς δ᾽ ἀλεεινοτέροις ἐκ τῶν ἔξωθεν ἡ ἐπιφορὰ, καθάπερ ἐν Εὐβοίᾳ· δηλοῖ δὲ καὶ ἡ φύσις, ὡς οὐκ αὐτόθεν καὶ οὐκ ἐκ στασίμου τινὸς καὶ ὅλου πνεύματος, ἀλλ᾽ ᾗ ἂν τοῦτο τύχῃ, ῥυέν· οὐδὲ γὰρ ἂν ἦν ἀκέραια τὰ πλησίον· τῶν μὲν οὖν πνευμάτων καὶ αὕτη τις ἰδιότης.

Ὁ δὲ τῆς γῆς πάγος χαλεπώτατος, ὅταν περιβεβοθρωμένα καὶ γυμνὰ λάβῃ τὰ δένδρα, μάλιστα δὲ ἐὰν καὶ ὕδωρ ἐνεστηκός· ἐὰν γὰρ διαμένῃ πλείω χρόνον, ἐξέπηξεν εἰς ἀσθενεῖς τε καὶ γυμνὰς τὰς ῥίζας εἰσ δυόμενος· ἐπεὶ καὶ ὅλως ἂν διειργασμένην λάβῃ τὴν γῆν, χαλεπώτερος· μανῆς γὰρ οὔσης, ἐσικνεῖται μᾶλλον· ἀπαθέστεραι δὲ, ἐὰν κεκοπρισμένη τύχῃ· θερμὴ

γὰρ ἡ κόπρος οὖσα βοηθεῖ· εὐλόγως δὲ καὶ χιόνος πεσούσης καὶ ἐὰν ἀναζυμωμένης τῆς γῆς ἐπιγένηται ψύχη καὶ πάχνη καὶ πάγος ἐκπήγνυσιν· καὶ διαδύεται διὰ τὴν μανότητα καὶ αὐτὴν τὴν γῆν πήγνυσιν.

ὁ δὴ τῆς γῆς πάγος ὀλεθριώτερος τοῖς δένδροις· ἅπτεται γὰρ μᾶλλον τῶν ῥιζῶν· ὁ δὲ τοῦ ὕδατος καὶ ἧττον· χαλεπώτερος δὲ καὶ οὗτος κἀκεῖνος, ὅταν ἀνίῃ καὶ πάλιν ἐπιπηγνύηται καὶ τοῦτο ποιῇ πολλάκις· ἐξαιρεῖται γὰρ τὴν δύναμιν· ὁ δὲ συνεχὴς ἐγκατακλείσας τὸ θερμὸν οὐχ ὁμοίως πλὴν ἐὰν ὑπερβάλλῃ τῷ χρόνῳ· καὶ χαλεπώτερος δ᾽ ὅλως ὁ κάτωθεν πάγος ταῖς μὴ εὐγείοις μηδὲ πυκναῖς μηδ᾽ ἐνίκμοις· οὐδὲ γὰρ ὁμοίως θερμαίνει, καὶ διαδύεται δὲ πορρωτέρω καὶ ἅπτεται τῆς ῥίζης.

συμβαίνει δὲ τὰς μὲν τῶν βλαστῶν ἐκπήξεις καὶ ἁπλῶς τῶν ἄνω πολλάκις γίνεσθαι, τὰς δὲ τῶν ῥιζῶν καὶ ὅλων τῶν δένδρων ὀλιγάκις καὶ παρ᾽ ὀλίγοις· αἴτιον δὲ τὸ ἔχειν προβολὴν καὶ οἷον ἀποστέγασμα τοῦ ψύχους τὴν γῆν, εἰς ἣν καὶ συνελαύνεται τὸ θερμόν· ἐνίοτε δ᾽ οὐκ ἀπόλλυται οὐδὲ τὰ ἄνω, ἀλλὰ μᾶλλον ἐπικάεται. καὶ ταῦτ᾽ οὐκ εὐθὺς ἀφαιρεῖν δεῖ· πολλάκις γὰρ ἅμα τῇ ὥρᾳ διεβλάστησε καὶ αὐτὰ τὰ φύλλα δοκοῦντα αὖα εἶναι πάλιν ὑγράνθη καὶ ἐγένετο χλωρά.

δι᾽ ὃ καὶ οὐκ ἄτοπον, εἴ τι συνέβη τοιοῦτον, ὥστε ἐλάας αὐανθείσης καὶ αὐτῆς καὶ τῶν φύλλων πάλιν ἀναβλαστῆσαι· οὐ γὰρ ἦν αὔανσις, ἀλλὰ φαινομένη τις ξηρότητι καὶ τῇ ἄλλῃ χρόᾳ, πρὸς δὲ τὴν ἀρχὴν οὔτε τὴν τῶν φύλλων διῆκεν, ἔτι δὲ ἧττον τῶν βλαστῶν καὶ τῶν ἀκρεμόνων. ὁμοίως δὲ καὶ ἐπ᾽ ἄλλων τινῶν τοῦτο ξυμβαίνει, μάλιστα δ᾽ εἰκὸς ὧν τὸ φύλλον σαρκῶδες καὶ αὐτὰ τῇ φύσει θερμά· τὰ γὰρ ἀσθενῆ καὶ λεπτὰ τοῦτ᾽ οὐ πάσχει, καθάπερ τὰ τῶν μυρρίνων, ἀλλὰ καὶ τάχιστα ἀποκάεται· λεπτὰ γὰρ καὶ αὐτὰ τὰ κλωνία καὶ ἁπαλὰ τῇ φύσει καὶ ὅλον τὸ δένδρον

οὐ θερμὸν, δι᾽ ὃ καὶ ἐκπήγνυται τάχιστα· ἡ γὰρ αὖ δάφνη, καίπερ οὖσα μανὴ, καὶ διαμένει διὰ τὸ θερμὸν, ἡ δὲ ῥόα καὶ ἡ συκῆ μαναί τε καὶ ὑγραὶ καὶ οὐχ ὁμοίως θερμαί·

ταχεῖα δὲ ἡ ἐκ τῶν ἐκπηγνυμένων ἀναβλάστησις, ὅτι συμβαίνει τὴν ῥίζαν ἰσχυρὰν γίνεσθαι καὶ πλήρη συνηθροισμένης τῆς ἔνης τροφῆς ἣν οὐ διέδωκεν, ἔτι δὲ τὴν πρότερον οὐ πολλὴν καὶ ἰσχυρὰν διανεμομένην τότ᾽ εὔλογον ἀναλίσκεσθαι, ὥστ᾽ εὐλόγως καὶ ἡ αὔξησις ταχεῖα καὶ ἡ καρποτοκία. τοῦτο μὲν οὖν ὁμολογουμένως γίνεται παρὰ πᾶσιν.

ὃ δέ τινες θαυμάζουσιν, ὅτι ἡ μὲν χιὼν οὐκ ἐκπήγνυσιν, ἡ δὲ πάχνη μετριωτέρα τῆς χιόνος οὖσα, οὐδὲν ἄτοπον· πρῶτον μὲν ὅτι ἡ μὲν οὐκ ἐπιμένει, ἀλλ᾽ ἀποτήκεται ἀπὸ τῶν κλημάτων καὶ τῶν βλαστῶν, ἡ δὲ πάχνη ταῦτ᾽ ἀποκάει· ἔπειτα καὶ ἡ διάθεσις αὐτὴ τοῦ κλήματος· ἡ μὲν γὰρ ἀβλαστοῦς, ἡ δὲ βεβλαστηκότος ἄρτι πίπτει ὅτε ἀσθενέστατον ἐνίοτε δὲ ἀνοιδοῦντος πρὸς τὴν βλάστησιν ὅτε οὐχ ἧττον ὡς εἰπεῖν ἐπίκηρον ἐπὶ πᾶσι διϋγραινομένου ἤδη καὶ μανουμένου· ἔτι καὶ λεπτοτέρα τῆς χιόνος, ὥστε δι᾽ ἄμφω σφοδροτέραν τὴν πῆξιν εἶναι.