On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
συμβαίνει δὲ τοῦθ᾽ ὡς ἐπὶ τὸ πλέον ἐν τοῖς ὑπὲρ γῆν, τὰ δὲ κατώτατα περὶ τὰς ῥίζας ἀπαθῆ, πολλάκις δὲ καὶ αὐτοῦ τι του στελέχους· οὐ μὴν ἀλλ᾽ ἐνίοτε διϊκνεῖται καὶ πρὸς τὰς ῥίζας ὥσθ᾽ ὅλως ἐξαυαίνειν τὸ δένδρον· ἁπλῶς γὰρ ἄνωθεν ἡ ἀρχὴ καὶ ἡ παρείσδυσις τοῦ ψύχους εἶτ’ ἀπὸ τούτων ὥσπερ ὀχετῶν τινων καταβαίνει πρὸς τὰ κάτω δι᾽ ὃ καὶ παρ᾽ οἷς συμβαίνει τὸ πάθος κατακρύπτουσι τὰς ἀμπέλους καὶ τὰς συκᾶς θαμνώδεις ποιοῦσιν· οὐδὲν δὲ δεῖ πολλῆς γῆς, ἀλλὰ μετρία τις ἐποῦσα δύναται διατηρεῖν·
ἔνιοι δὲ μόνον παρὰ τὰ ἄκρα τῶν κλημάτων καὶ τὰς κράδας αὐτὰς καθάπερ ἔν τε τῷ Πόντῳ καὶ περὶ Μήδειαν οἷον ἐμφράττοντες τὰς ἀρχάς· ἐὰν γὰρ ταῦτα συγκλεισθῇ καίπερ τἆλλα ὄντα γυμνὰ οὐδὲν πάσχουσι διὰ τὸ μὴ ἔχειν εἴσοδον. διϊκνεῖται γὰρ ἀπὸ τῶν ἄνω πρὸς τὰ κάτω καὶ τὰς ῥίζας· ἡ δ᾽ ἰδιότης ἰσχυρὰ καθάπερ ὑφ᾽ ἡλίου καὶ χρόνου πολλοῦ διὰ τὴν σφοδρότητα καὶ τὴν ἰσχὺν τοῦ ψύχους· ἐξάγει γὰρ μᾶλλον καὶ ἀθροώτερον τὸ ὑγρὸν ἅμα τῷ θερμῷ.
τὸ δὲ πονεῖν μάλιστα τῶν τόπων ὅσοι κοῖλοι καὶ αὐλῶνές εἰσι καὶ ὅσοι περὶ
τοὺς ποταμοὺς καὶ ὅλως τοὺς ἀπνευστοτάτους οὐκ ἄλογον. ἵσταται γὰρ μάλιστα ἐνταῦθα φερόμενον τὸ πνεῦμα καὶ πλεῖστον διατρίβει χρόνον ὥστε καὶ μάλιστα ἀπεργάζεται. καὶ γὰρ ὅπου μὴ διὰ πνεύματα τὸ πάθος, ἀλλὰ διὰ παρουσίαν καὶ στάσιν τινὰ τοῦ ἀέρος γίνεται καθάπερ ἐν Μακεδονίᾳ τε καὶ Θετταλίᾳ ἐνιαχοῦ καὶ περὶ Φιλίππους ἐνταῦθ᾽ οἱ κοῖλοι τόποι μάλιστα πονοῦσιν· ἐφεστηκὼς γὰρ ὁ ἀὴρ πήγνυται καὶ πήγνυσιν καὶ τὸ ὅλον πλείω χρόνον ἐργάζεται. κατὰ δὲ τοὺς ὑπτίους οὐδὲ γίνεται πῆξις ὅλως ὥσπερ ἡ τοῦ ὕδατος ἢ πνεύματος· κωλύει γὰρ ἡ κίνησις.ἀλλ᾽ ἐκεῖνο θαυμαστὸν καὶ λόγου δεόμενον ὅτι οὐ τὰ ἀσθενέστατα μάλιστα πονεῖν εἴωθεν, ἀλλ᾽ ἐνίοτε τὰ ἰσχυρὰ μᾶλλον· ἐλάαν γὰρ καὶ συκῆν οὐδὲν ἄλογον ἀποκαυθῆναι· τῆς μὲν γὰρ μετέωροι, τῆς δὲ μαναὶ αἱ ῥίζαι, ὥστε καὶ ἄνωθεν τὸ ψύχος διϊκνεῖσθαι· καὶ ἡ ἄμπελος δὲ ἔχει τινὰ αἰτίαν ἐκ τῆς φύσεως καὶ ἐκ τῆς ἑλκώσεως τῆς περὶ τὴν τομήν· ἀλλὰ τὸ τὸν κότινον μᾶλλον πονῆσαι τῆς ἐλάας ἄτοπον καὶ τὸ τὴν ῥόαν μηδὲν παθεῖν ἀσθενῆ πρὸς τοὺς χειμῶνας οὖσαν· ἐκπήγνυσθαι γὰρ τάχιστα δοκεῖ.
καὶ γὰρ εἰ διαφέρουσιν αἱ ἐκπήξεις αἱ ὑπὸ τῶν πάγων καὶ τῶν πνευμάτων ὅλως οὐκ ἄλογον ἀμφοτέρων τὰ ἀσθενέστατα μάλιστα ὑπακούειν, εἰ μὴ ἄρα τὸ αὐτὸ γίνεται καὶ ἐνταῦθα τῷ πρότερον εἰρημένῳ· μᾶλλον γὰρ ἐφίσταται καὶ ἐμμένει τοῖς πυκνοῖς ἢ τοῖς μανοῖς, τὰ δὲ μανὰ διΐησιν ὃ καὶ τοῦ μὴ ἐκπήγνυσθαι τὰς μηλέας αἴτιον ἢ ἧττόν γ᾽ ἑτέρων ἀσθενεῖς οὔσας ὥσπερ καὶ περὶ Θετταλίαν· τῇ γὰρ μανότητι διΐησιν καὶ οὐκ ἀποστέγει· τὸ δὲ μὴ χρονιζόμενον μηδὲ ἀθρόον οὐδ᾽ ἐργατικὸν, ὥσπερ οὐδ᾽ ἐν τοῖς κεραυνοῖς. δεῖ δὲ δυοῖν θάτερον ἢ μὴ δέχεσθαι, καθάπερ τὰ πυκνὰ καὶ ἰσχυρὰ, τοιοῦτον γὰρ ἡ ἄπιος καὶ τὰ ἄγρια δὲ καὶ τὰ ἄκαρπα ἔτι μᾶλλον οἷον πτελέα ὀστρύη, ἢ δεξάμενον
διϊέναι καὶ μὴ κατέχειν. ὑπὲρ μὲν οὖν τούτων ἐνταῦθά που τὸ αἴτιον.ἡ δὲ τοῦ πνεύματος φορὰ, καθ᾽ ὃν ἂν γένηται τόπον, ἐπέκλυσεν οἷον ποταμός τις ῥυεὶς, ὥσπερ ἐν τοῖς λοιμοῖς δι᾽ ὃ καὶ τὰ ἁπτόμενα καὶ τὰ σύνεγγυς ἀπαθῆ πολλάκις, ἐνίοτε δ᾽ οὕτως εἰς ἀκριβὲς διῆλθεν, ὥστε τῶν ἐπὶ τοῦ αὐτοῦ κλήματος ὀφθαλμῶν οἱ μὲν ὑγιεῖς, οἱ δὲ πεπηγότες εἰσίν· πολλάκις δὲ κεκρυμμένης ὑπὸ χιόνος ὅλης τῆς ἀμπέλου, γίνεται γὰρ τοῦτο ἐν τοῖς ψυχροῖς τόποις, ἐὰν λάβῃ γυμνὰ τὰ ἄκρα κλήματα, ταῦτα ἀπέκαυσε καὶ ἀπὸ τούτων διαδίδωσι πρὸς τὰς ῥίζας --- ὥστ᾽ ἐνίοτε ζῆν·
περὶ δὲ τὸν Πόντον ὑπὸ τῶν πνευμάτων ἔκπηξις γίνεται, ὅταν αἰθρίας οὔσης λεπίδες καταφέρωνται· ταῦτα δέ ἐστι πλατέα ἄττα φερόμενα μὲν φανερὰ, πεσόντα δ᾽ οὐ διαμένει· δῆλον δὲ ὅτι πῆξίς τις τῆς ὑγρότητος ἐν τῷ ἀέρι, καθάπερ τῆς πάχνης· ὅταν οὖν τοιοῦτος ὁ ἀὴρ προσπίπτων ὑπὸ τοῦ πνεύματος ᾖ καὶ ταῦτα συγκαταφέρηται, κατὰ λόγον ἡ ἔκπηξις γίνεται. τὰ δὲ πνεύματα τοῖς μὲν ψυχροῖς φύσει τῶν τόπων, ὥσπερ ἐγχώρι᾽ ἄττ᾽ ἂν εἴη, καθάπερ ἐν τῷ Πόντῳ καὶ τῇ Θράκῃ, τοῖς δ᾽ ἀλεεινοτέροις ἐκ τῶν ἔξωθεν ἡ ἐπιφορὰ, καθάπερ ἐν Εὐβοίᾳ· δηλοῖ δὲ καὶ ἡ φύσις, ὡς οὐκ αὐτόθεν καὶ οὐκ ἐκ στασίμου τινὸς καὶ ὅλου πνεύματος, ἀλλ᾽ ᾗ ἂν τοῦτο τύχῃ, ῥυέν· οὐδὲ γὰρ ἂν ἦν ἀκέραια τὰ πλησίον· τῶν μὲν οὖν πνευμάτων καὶ αὕτη τις ἰδιότης.