On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ὅτι δὲ τοῦτο συμβαίνει φανερὸν εἰ ἐκ τούτου τοῦ μέρους ὁ καρπὸς ἀνίεται ὅθεν καὶ οἱ πρόδρομοι. τάχα δὲ καὶ οἱ πρόδρομοι διὰ τὴν μαλακότητα τοῦ ἀέρος προτεροῦσί τε καὶ πέττονται μᾶλλον· εἰ δ᾽ ἄρα μὴ τοῦτο, ἀλλὰ τἆλλά γε πάντα διὰ τὰς αὐτὰς καὶ παραπλησίας αἰτίας ἐστὶν ἤτοι γενομένων τινῶν ὑπολειμμάτων ἢ καθ᾽ αὑτὰ συνισταμένων ἀμφοῖν·

οὐκ ἄλογον δὲ, οὐδ᾽ ἕτερον· προϋπάρχει γὰρ ἡ τοῦ δένδρου πρὸς ἄμφω φύσις ὑγρά τις οὖσα καὶ πρόβλαστος ὥστ᾽ ἂν εὐδίαι πλείω χρόνον ἐπιγένωνται καὶ τοῦ χρώματος ποιεῖν τὴν μεταβολήν· ἐπεὶ τόν γε χυλὸν οὐ δύναται πέττειν οὐδαμῶς, ἀλλ᾽ ἡ φαντασία σχεδὸν γίνεται κατὰ τὴν χρόαν. οἱ δ᾽ ὄλυνθοι συνεργούσης ἤδη τῆς ὥρας πεπαίνονται μέχρι τινός· ἔτι δ᾽ οὗτοί γε κατὰ φύσιν πώς εἰσιν. ἀεὶ γὰρ γίνονται τὴν αὐτὴν καὶ τεταγμένην ὥραν ὥσπερ καὶ ὁ τῶν διφόρων συκῶν λεγομένων καρπός·

ἀλλ᾽ ἐπὶ τοσοῦτον τὸ ὅμοιον ληπτέον ὅτι παραπλησία τις ἡ αἰτία πάντων ἐκ τοῦ συνίστασθαι τὴν τοιαύτην ὑγρότητα καὶ δύναμιν δι᾽ ὃ καὶ ὄπισθεν τοῦ φύλλου πάντα ταῦτα γίνεται καὶ οὐχ ὥσπερ τὸ σῦκον ἔμπροσθεν· ἀλλ᾽ αἱ μὲν φύουσαι τοὺς προδρόμους ἀσθενέστεραι τυγχάνουσιν ὥστε οὐδ᾽ ἐπιμένειν δύνανται τῆς βλαστήσεως γινομένης ἐκεῖσε·

ὅλως δὲ πολυειδές τι τὸ τῶν συκῶν ἐστιν· αἱ μὲν γὰρ ὀλυνθοφόροι μόνον σῦκα δ᾽ οὐ φέρουσιν οἷον αἱ τοὺς λευκοὺς ὀλύνθους φέρουσαι τοὺς ἐδωδίμους. ἕτεραι δὲ φέρουσι καὶ σῦκα καὶ ὀλύνθους μέλανας, ἀβρώτους δὲ τούτους ἢ καὶ ἐδωδίμους φέρουσαι δὲ τὸν ὄλυνθον ὄπισθεν τοῦ θρίου· γίνονται δ᾽ ἐν αὐτοῖς καὶ ψῆνες· αἱ δ᾽ ὅλως οὐ φέρουσιν ὀλύνθους. πάλιν δὲ τοὺς προδρόμους αἱ μὲν φέρουσιν οἷον ἥ τε λακωνικὴ καὶ λευκομφάλιος καὶ ἕτεραι πλείους, αἱ δ᾽ οὐ φέρουσιν· τῶν δὲ φερουσῶν οὐ

συνεχὴς, ἀλλὰ παραλλάττουσα ἡ φορὰ κατὰ τὴν διάθεσιν. ὁτὲ μὲν γὰρ ἤνεγκαν, ὁτὲ δ᾽ οὐκ ἤνεγκαν, ἐὰν δὲ κακῶς οὐκ ἤνεγκαν.