On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

πρὸς δὴ ταῦτα λαβεῖν δεῖ πρῶτον ὅτι συμβαίνει τὰ τοιαῦτα τοῖς πολυκάρποις καὶ ὑγροῖς οἷον ἀμπέλῳ καὶ τοῖς εἰρημένοις· ἅπαντα γὰρ ταῦτα ὑγρὰ καὶ πολύκαρπα· ξηρῷ δ᾽ οὐδενὶ καὶ ὀλιγοκάρπῳ. δεύτερον δὲ πρός τε τὰς βλαστήσεις καὶ καρποτοκίας τὰς παρώρους ὅτι πάντων ἔχουσί τινας ἀρχὰς ἐν αὑτοῖς βλαστητικὰς ἢ κλῶνες ἢ πτόρθοι ἢ ἀκρεμόνες ἢ ὅτι χρὴ καλεῖν τὰ ἐσχατεύοντα τῶν δένδρων· οὐδὲν γὰρ ἐπὶ πᾶσι κοινὸν, ἀλλ᾽ ἔνια προσηγορίας τινὰς ἔχει καθάπερ θαλία, κράδη, κλῆμα· καλοῦσι δέ τινες καὶ κλῶνας.

ὅτι δὲ ἔχουσιν ἀρχάς τινας τοῦ βλαστάνειν φανερὸν ἐκ τῶν καταπηγνυμένων ἃ πολλάκις ἀρριζώτων ὄντων τῶν κάτω μεθίησι βλαστόν. οἷον κλήματα καὶ κράδαι καὶ ἐλάας χάρακες ἐνίοτε δὲ καὶ μὴ καταπαγέντα, ἀλλ᾽ ἀφῃρημένα καθάπερ τά τε κλήματα καὶ τὰ τῆς ἐλάας ξύλα. τρίτον δ᾽ ὅτι συμβαίνει τὴν πάρωρον βλάστησιν γίνεσθαι χειμώνων μαλακῶν ἢ νοτίων γενομένων· ἐκ τούτων γὰρ οὐκ ἂν δόξειεν ἄλογον εἶναι τὸ συμβαῖνον ἠθροισμένης τῆς γονίμου δυνάμεως καὶ ὑγρότητος ὁτὲ μὲν καθ᾽ αὑτὴν, ὁτὲ δὲ λειπομένης τῆς ἔμπροσθεν, ἀφ᾽ ἧς ὁ καρπὸς ἦλθεν. ὥσπερ συμβαίνει καὶ ἐπὶ τῆς συκῆς. ὑπολειπομένης γὰρ πλείονος τῆς τοιαύτης ὑγρότητος ὅταν ἀὴρ ἐπιγένηται μαλακὸς καὶ ὑγρὸς

καὶ θερμὸς, ἐξεκαλέσατο τὴν βλάστησιν.

ὅτι δὲ τοῦτο συμβαίνει φανερὸν εἰ ἐκ τούτου τοῦ μέρους ὁ καρπὸς ἀνίεται ὅθεν καὶ οἱ πρόδρομοι. τάχα δὲ καὶ οἱ πρόδρομοι διὰ τὴν μαλακότητα τοῦ ἀέρος προτεροῦσί τε καὶ πέττονται μᾶλλον· εἰ δ᾽ ἄρα μὴ τοῦτο, ἀλλὰ τἆλλά γε πάντα διὰ τὰς αὐτὰς καὶ παραπλησίας αἰτίας ἐστὶν ἤτοι γενομένων τινῶν ὑπολειμμάτων ἢ καθ᾽ αὑτὰ συνισταμένων ἀμφοῖν·

οὐκ ἄλογον δὲ, οὐδ᾽ ἕτερον· προϋπάρχει γὰρ ἡ τοῦ δένδρου πρὸς ἄμφω φύσις ὑγρά τις οὖσα καὶ πρόβλαστος ὥστ᾽ ἂν εὐδίαι πλείω χρόνον ἐπιγένωνται καὶ τοῦ χρώματος ποιεῖν τὴν μεταβολήν· ἐπεὶ τόν γε χυλὸν οὐ δύναται πέττειν οὐδαμῶς, ἀλλ᾽ ἡ φαντασία σχεδὸν γίνεται κατὰ τὴν χρόαν. οἱ δ᾽ ὄλυνθοι συνεργούσης ἤδη τῆς ὥρας πεπαίνονται μέχρι τινός· ἔτι δ᾽ οὗτοί γε κατὰ φύσιν πώς εἰσιν. ἀεὶ γὰρ γίνονται τὴν αὐτὴν καὶ τεταγμένην ὥραν ὥσπερ καὶ ὁ τῶν διφόρων συκῶν λεγομένων καρπός·

ἀλλ᾽ ἐπὶ τοσοῦτον τὸ ὅμοιον ληπτέον ὅτι παραπλησία τις ἡ αἰτία πάντων ἐκ τοῦ συνίστασθαι τὴν τοιαύτην ὑγρότητα καὶ δύναμιν δι᾽ ὃ καὶ ὄπισθεν τοῦ φύλλου πάντα ταῦτα γίνεται καὶ οὐχ ὥσπερ τὸ σῦκον ἔμπροσθεν· ἀλλ᾽ αἱ μὲν φύουσαι τοὺς προδρόμους ἀσθενέστεραι τυγχάνουσιν ὥστε οὐδ᾽ ἐπιμένειν δύνανται τῆς βλαστήσεως γινομένης ἐκεῖσε·