On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
Περὶ δὲ τοῦ εἶναι βαρύτερα τὰ χεδροπὰ πρὸς τὰς τροφὰς ἢ τὸν σῖτον ἡμῖν καίπερ ἐλάττω χρόνον ἐν τῇ γῇ γινόμενα — δοκεῖ δὲ καὶ πρὸς κουφότητα διαφέρειν τοῦτο, δι᾽ ὃ καὶ τῶν πυρῶν οἱ τρίμηνοι κουφότατοι καὶ τῶν κριθῶν ὁμοίως ὡς ἐλάττονος ἐνυπάρχοντος τοῦ γεώδους διὰ τὴν βραχύτητα τοῦ χρόνου —, τοῖς δὲ ἄλλοις ζώοις καὶ προσφιλῆ καὶ ἄλυπα ταῦτ᾽ εἶναι ἃ χαλεπώτατα ἡμῖν καὶ πάλιν ἃ ἡμῖν εὐκατέργαστα ταῦτ᾽ ἐκείνοις χαλεπώτατα καίπερ ἰσχυροτέροις οὖσι. πολλὰ γοῦν ἀπόλλυται χορτασθέντα πυρῶν· καίτοι τὸ γεῶδες ἐλάχιστον ἔχουσι.
πρὸς δὴ ταύτας τὰς ἀπορίας καὶ εἴ τις ἄλλη παραπλησία ταύταις καθόλου μὲν καὶ κοινὴν τήνδε λαβεῖν χρὴ τὴν ἀρχὴν ὡς οὐ πᾶσι ταὐτὰ πρόσφορα κατὰ τὰς τροφὰς ἀλλ᾽ ἑκάστοις κατὰ τὰς ἰδίας φύσεις. ὅπερ ἐν πολλοῖς μὲν φανερὸν ἐκ πλείστης δ᾽ ἀποφάνσεως ὡς εἰπεῖν τῶν γε γνωρίμων τὸ περὶ τὰς ἐλάφους αἳ τοὺς ἔχεις ἐσθίουσιν ὑφ᾽ ὧν τὰ ἄλλα θνήσκουσι πολὺ μείζω καὶ ἰσχυρότερα τὴν φύσιν ὄντα· καὶ ἐπ᾽ ἄλλων δὲ τό γε τοιοῦτόν ἐστι ὥστ᾽ ἀναιρεῖσθαι ταῖς πληγαῖς ὑφ’ ὧν οὐδὲν ἄνθρωποι πάσχουσι καθάπερ οἱ ὄφεις ὑπὸ
τῶν σκορπίων.ὑποκειμένου δ᾽ οὖν τούτου καὶ τῶν ἄλλων γεωδεστέρᾳ τροφῇ χρωμένων οὐκ ἄλογον ἐκείνην μᾶλλον αὐτοῖς ἁρμόττειν, ταύτην δ᾽ ἀλλοτριωτέραν εἶναι καὶ ἀπρόσφορον καὶ διὰ τὴν γλυκύτητα καὶ τὴν ἡδονὴν πλείω προσενεγκαμένων ῥήγνυσθαι. τοῦτο μὲν οὖν καθόλου καὶ κοινόν. ἴδιον δ᾽ ὅτι καὶ συμβαίνει τὰς κοιλίας ἐκπνευματοῦσθαι ἢ πᾶσιν ἢ τοῖς ἔχουσιν ἐχῖνον· φυσῶδες γὰρ καὶ οὐκ εὐκατέργαστον ὁ πυρὸς ὠμὸς ὢν ἔτι δ᾽ ἧττον τὸ ἄχυρον· μέγα δὲ καὶ τὸ ἀσύνηθες εἶναι· τὰ γὰρ ξένα κἂν ᾖ κοῦφα διαταράττει πλῆθος λαμβάνοντα.