On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ἔτι δὲ τῶν μὲν ὠῶν μία τις ἡ πέψις καὶ τελέωσις ἁπάντων, εἶθ᾽ ὑπὸ τῶν ἔξω· συμβαίνει γὰρ ὥσπερ τὸ μὲν κατὰ φύσιν τὸ δὲ παρὰ φύσιν· καὶ ταῦτ᾽ ἰσχύοντος ἔτι τοῦ φυτοῦ καὶ οὐ περιλαμβανομένου τῇ ὥρᾳ πρὸς τὴν πέψιν. πλὴν εἴ τις λέγοι ὅτι προεκπηδᾷ τὰ σπέρματα πρὶν τελειωθῆναι διὰ τὸ τὴν φύσιν ἔχειν ἀσθενῆ. συμβαίνει μὲν δὴ τοῦτο καὶ πολὺ προτερεῖ τῶν κριθῶν ὥστε κενὸν ἑστάναι τὸν κάλαμον· τοῦτό τε οὖν εἰς τὴν οὐσίαν ἀνακτέον καὶ τὸ συνεκτρέφεσθαι

δὲ καὶ τελειοῦσθαι τοῖς περιέχουσιν οὐκ ἄλογον. ἐπεὶ τό γε διαμένειν ἀπαθὲς ἄλλως τε καὶ ἐν χιτῶσι τοσούτοις ἧττον θαυμαστόν. πολλὰ γοῦν φαίνεται καθάπερ ἐλέχθη καὶ τῶν ἄλλων μᾶλλον δὲ πάντα διατηρούμενα πρὸς τὴν οἰκείαν ὥραν. ἐκεῖνο γὰρ ἔτι θαυμασιώτερον ὅπερ εἴρηται περὶ τῶν τευτλίων ὅτι οὐ μόνον ἑνὶ μηνὶ καὶ δυοῖν καὶ τρισὶν ὕστερον ἀλλ᾽ ἐνιαυτῷ διαβλαστάνει τινὰ καὶ ταῦτα βρεχομένου καὶ κηπευομένου τοῦ τόπου.

ἔστι δὲ καὶ τὸ τοῦ λωτοῦ σπέρμα τοιοῦτον ἢ τό γε περιέχον τὸν καρπὸν διὰ τὸ μὴ εὐχώριστον εἶναι μηδ᾽ ὁμοίως ἀφαδρύνεσθαι. τὸ δὲ τοῦ βολβοῦ καὶ τῷ μεγέθει διάφορον, σκεπτέον δὲ ὑπὲρ αὐτοῦ. εἰ δ᾽ οὖν οὕτως ἔνια δυσφυῆ τῶν σπερμάτων ὥστε πολλοῖς ὕστερον χρόνοις ἀνατέλλειν δῆλον ὅτι ταῦτα πέττεται καὶ τελειοῦται πρὸς τὴν βλάστησιν ἐν τῇ γῇ δι᾽ ὃ καὶ αὕτη τις ἂν εἴη συνεργοῦσα πίστις. ἀντιβαίνει δ᾽ αὐτῇ τὸ καὶ πρότερον λεχθὲν ὅτι καὶ τελειοῦταί τινα κατὰ τὴν πρόσ φυσιν ἃ καὶ σπειρόμενα διαβλαστάνει παραχρῆμα.

μεῖζον δ᾽ ἔτι καὶ τῶν περὶ τὰ σπέρματα καὶ τοὺς καρποὺς ἀπορημάτων οὐχ ὑποπίπτον δὲ ὑπὸ τὴν αἰτίαν ταύτην τὸ περὶ τὸν λωτὸν συμβαῖνον· τοῦτο δέ ἐστι δένδρον παρόμοιον ἔχον τὸν καρπὸν τῷ λωτῷ· καὶ τὸ περὶ τὸν τιθύμαλλον τὸν μυρτίτην καλούμενον· τοῦτο δ᾽ οὐ δένδρον ἀλλὰ θάμνος ἐπιγειόκαυλος· ἀμφότερα γὰρ ταῦτά φασι παρὰ μέρος φέρειν ἐξ ἑκατέρων τῶν βλαστῶν ὥστ᾽ ἀνάγκη τὸν μερισμὸν τῶν δυνάμεων ἐν ταῖς ῥίζαις ποιεῖν. ἀλλὰ περὶ μὲν τούτων ἐπισκεπτέον.

Τῶν δὲ σιτηρῶν σπερμάτων εἴ τινες διαφοραὶ κατὰ τὴν ἔκφυσιν ἢ τοὺς καρποὺς ἢ τὴν ἄλλην οὐσίαν δεῖ πειρᾶσθαι λέγειν. οἷον ὅτι πυρὸς μὲν καὶ κριθὴ καὶ τὰ ὅμοια πρωϊσπορεῖται, χεδροπὰ δὲ πρὸς τὸ ἔαρ πλὴν κυάμου καὶ θέρμου. τοῦτο γὰρ ποιοῦσιν ὅτι

τὰ μὲν σιτώδη ῥιζωθῆναι δεῖ πρὸς τὸ μὴ μονόκαυλα γίνεσθαι τῆς ἀναφορᾶς εὐθὺ ἄνω γινομένης. ῥιζοῦται δὲ κατεχόμενα καὶ πιλούμενα τοῖς χειμῶσιν ὥστε πολλὰς ἀρχὰς λαμβάνειν τῆς βλάστης.

τὰ δὲ χεδροπὰ μονόρριζά τε καὶ ἰσχυρόρριζα καὶ εὐθὺς τὴν ὁρμὴν ἄνω ποιούμενα προσφόρως ἔχει τῇ ὥρᾳ· τὸ γὰρ πολὺ τῆς φύσεως ἐν τῷ ἀέρι. τὸν δὲ κύαμον πρωϊσποροῦσιν ὥσπερ εἴρηται διὰ τὴν ἀσθένειαν ὅπως ῥιζωθεὶς ἐν ταῖς εὐδίαις ἀντέχῃ τοῖς χειμῶσι, τὸν δ᾽ αὖ θέρμον εὐθὺς ἀπὸ τῆς ἅλω δι᾽ ὅτι μὴ καταβληθεὶς ἔτι θερμῆς οὔσης τῆς γῆς κακοβλαστὴς γίνεται. τούτου δ᾽ αἴτιον ὅτι ἀτέραμον φύσει καὶ ὥσπερ ἄπεπτον· δηλοῖ δ᾽ ἡ πικρότης δι᾽ ὅτι πολλῆς δεῖται θερμότητος.