On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

δι᾽ ὃ καὶ οὐδ᾽ ἕτερον οὐδὲν ἐκ τῆς διαφθορᾶς αὐτῶν ἄν ποτε διαφθαρῇ γίνεται. τὸ μὲν γὰρ εἰς αἶραν ἀξιοῦν ἄτοπον· εἰς γὰρ τὸ σύνεγγυς καὶ ὁμογενές πως αἱ μεταβολαί· τὸ δὲ μηδὲ εἰς ἕτερον μηδὲν εἰς ἀσθένειαν ἀνακτέον ὡς ὅλως φθειρομένων· ἀλλὰ τοῖς ὁμοιοπύροις ἂν εἴη καὶ ὁμοιοκρίθοις μᾶλλον εἰς αἶραν. τούτων δὲ τὰ μὲν ὅλως οὐχ ὑπομένει διὰ τὴν ἀσθένειαν ὥσπερ ἡ τίφη τὰ δὲ εἰς τὸ σύνεγγυς μᾶλλον μεταβάλλει καθάπερ ἡ ζειὰ πρὸς τὸν βρόμον.

ὁ δὲ πυρὸς εἰς τίφην οὐ μεταβάλλει καὶ ζειὰν ἐξαμβλούμενος ὅτι πλείων ἡ τροφὴ καὶ ἰσχυροτέρα δι᾽ ἣν συμμένει. τοιαύτη δ᾽ οὖσα οὐκ ἂν ἐκθηλύνειεν ἀλλ᾽ εἰς τὸ σφοδρότερον ἀγάγοι καὶ ὅλως ἐκστήσειε τοῦ γένους. ἐπεὶ μᾶλλον ἄν τις εὐλόγως θαυμάσειεν ὅτι οὐκ εἰς τὸν ἄγριον πυρὸν ὥσπερ καὶ ἄλλα. τυγχάνει δὲ καὶ τούτου παραπλησία τις ἡ αἰτία· μετακινεῖ γὰρ ἁπλῶς ἡ φύσις.

ἄτοπον δὲ καὶ λόγου δεόμενον εἰ καὶ τὸ λίνον ἐξαιροῦται· με

γάλη γὰρ ἡ διάστασις· εἰ μὴ ἄρα καὶ τοῦτο τῆς τροφῆς ὄγκῳ· φιλεῖ γοῦν χώραν ἀγαθὴν ὥστ᾽ ἐκ τῆς ὑπερβολῆς ἡ ἔκστασις. ὁ δὲ θέρμος ἰσχυρὸς ὢν καὶ πρώϊος σπειρόμενος οὐδὲ εἰς ἓν μεταβάλλει διὰ τὴν ἄγαν ἰσχύν· ἐπικρατεῖ γάρ· δεῖ δὲ τὸ μέλλον μεταβάλλειν μὴ ἀπαθὲς εἶναι μήτ᾽ ἄγαν εὐπαθές· τὸ μὲν γὰρ οὐ μετακινεῖται τὸ δ᾽ ὅλως ἀσθενὲς ὂν φθείρεται καθάπερ ἐλέχθη.

σκεπτέον δὲ καὶ εἴ τι τῶν ἄλλων σπερμάτων ἢ τῶν ἀγρίων ἢ τῶν ἡμέρων δέχεται τὴν τοιαύτην ἀλλοίωσιν. καὶ περὶ μὲν αἰρῶν ἀρκείτω τὰ εἰρημένα. τὰς γὰρ ἐν αὐτοῖς τοῖς γένεσι τῶν πυρῶν μεταβολὰς, οἷον εἰ ἐκ τοιῶνδε τοιοίδε γίνονται, καὶ κριθαὶ καὶ τἆλλα ὡσαύτως οὐκέτι ζητοῦμεν οὐδὲ τοῦτ᾽ ἔχει τι θαυμαστόν. ἡ γὰρ ὥρα καὶ αἱ τροφαὶ καὶ ὁ ἀὴρ καθάπερ εἴρηται ποιοῦσι τὰς ἀλλοιώσεις ὁμοίως ζώων καὶ φυτῶν·

ὃ καὶ πρὸς τὴν ἔκστασιν ὅλως τοῦ γένους χρῆναί φαμεν μετενεγκεῖν, ποιάν τινα καὶ ποσὴν ποιήσαντες τὴν τροφήν· ἐπεὶ καὶ τῶν δένδρων καὶ ὅλως τῶν φυτῶν αἱ ἐν ταῖς ἱστορίαις εἰρημέναι μεταβολαὶ διὰ ταύτας γίνονται τὰς αἰτίας ὥσπερ ἐν τοῖς πρότερον ἐλέχθη· τῶν μὲν ἀτροφούντων ἐν μὴ οἰκείαις τροφαῖς καὶ θεραπείαις· ὥσπερ τὸ σισύμβριον ὅταν εἰς μίνθαν· ἀπόλλυται γὰρ τὸ δριμὺ τῆς ὀσμῆς καὶ οἷον ἀποθηλύνεται, διὰ τὴν τροφὴν δὲ καὶ ἀργίαν ἡ ἀπαγρίωσις· ἔνια δ᾽ ὅλως καὶ ἀπόλλυσιν ὥσπερ τὴν μίνθαν καταπνιγομένων τῶν ῥιζῶν ὑφ᾽ αὑτῶν.

ἡ δὲ λεύκη τὸ μὲν ὅλον οὐ πόρρω τῆς αἰγείρου καὶ τῇ ὅλῃ μορφῇ καὶ τοῖς φύλλοις· ἀπογηράσκουσαν δὲ ἐξομοιοῦσθαι τῷ καταξηραίνεσθαι καὶ μᾶλλον ἀτροφεῖν οὐκ ἄλογον. ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις διὰ πλειόνων εἴρηται, καὶ ὅτι δὲ καὶ περὶ τὰ ζῶα κατὰ μὲν τὰς γενέσεις τοιοῦτόν τι συμβαίνει, τελεσθεισῶν δὲ τῶν νεοσσιῶν οὐκέτι, πλὴν εἴ τις τὰς κατὰ τὰς ὀρνίθας ἀλλοιώσεις ἅμα ταῖς

ὥραις γινομένας λέγοι. φαίνονται δὲ αὗταί γε πάθεσι μᾶλλον ὅμοιαι σωματικοῖς ἢ μεταβολαῖς.

Τῶν δὲ ἄλλων τῶν περὶ τὰ σπέρματα μάλιστα ἄπορον εἴπερ ἀληθὲς τὸ παρὰ μέρος καὶ μὴ ἅμα γεννᾷν ἔνια καθάπερ ἐπί τε τοῦ αἰγίλωπος λέγεται καὶ τοῦ λωτοῦ καὶ τοῦ βολβοῦ. τοῦτο δ᾽ οἱ μέν φασιν εἶναι ψεῦδος ἀλλ᾽ ἀπὸ τῆς ῥίζης βλαστάνειν τῷ ὕστερον ἔτει ἢ ἀπὸ τοῦ σπέρματος ὑπολαμβάνουσιν· οἱ δ᾽ ὡς ἀληθὲς διατείνονται σημεῖα φέροντες ἄλλα τε καὶ ὅτι ἀπολλύντες τὸν αἰγίλωπα διετῆ τὸν ἀργὸν ποιοῦσι ὅπως ἀμφότερα τὰ σπέρματα ἐκβλαστήσῃ καὶ ἐπινεμηθῇ τε καὶ ἐκθερισθῇ τὸ ὅλον ὁ καρπός.