On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ἐκ μὲν οὖν τούτων δόξειεν ἂν τοῖς σπέρμασιν. οὐ μὴν οὐδὲ θάτερον ἀδύνατον οὐδ᾽ ἄλογον ὥστε ἐν τῇ χλόῃ μεταβάλλειν ἀλλοιουμένων τῶν ῥιζῶν· τοῦτο γὰρ ἀνάγκη συμβαίνειν εἴπερ ἅπαν ἀπὸ τῆς ἀρχῆς ἑτέρας ἕτερον. φαίνεται δὲ τοῦτο καὶ ἐφ᾽ ἑτέρων συμβαίνειν ὥσπερ τῶν δένδρων ὅσα μεταβάλλει ταῖς θεραπείαις τοὺς καρποὺς ἐξ ὀξέων καὶ πικρῶν εἰς γλυκεῖς καὶ ποτίμους ἢ ἐκ πολυπυρήνων εἰς ἀπυρήνους.

ἡ δ᾽ αἰτία τῆς μεταβολῆς ὁμοίως καὶ ταύτης πλήθει τροφῆς ὅταν ἐπομβρίαι γίνωνται καὶ ὥς γε δή τινές φασι μάλιστα τοῦ ἦρος ἐὰν ἥλιοι συνεπιλάμψωσιν ὡς ἐξ ἀμφοῖν γινομένης τῆς μεταστάσεως. ἐνιαχοῦ γὰρ ἔν τισι τόποις ἑλώδεσιν ὅλως τοῦτο συμβαίνει καὶ τό τε φύλλον μεταβάλλει ὥστε πᾶσιν εἶναι φανερόν. ἐὰν δὲ ὕδατα ἐαρινὰ μὴ γίνηται πολὺ γίνεσθαι πυρῶν πλῆθος. ὥστε

τοῦτο μὲν οὐδ᾽ ἑτέρως ἄλογον. εἰ δὲ καὶ ἀμφοτέρως συμβαίνει τάχ᾽ ἂν οὐδ᾽ ἄτοπον εἴη διαφοράν τινα συναιτίαν εἶναι καὶ τῶν ἐδαφῶν καὶ τοῦ ἀέρος· ἐπεὶ καὶ σπαρέντων εὐθὺ μεγάλη βλάβη πολυϋδρίαν ἐπιγίνεσθαι. συμβαίνει γὰρ ἀσθενεστέρας εἶναι τὰς ῥίζας, τὸ δ᾽ ἀσθενὲς εὐπαθέστερον. ἡ μὲν οὖν ἐξαλλαγὴ διὰ τοῦτ᾽ ἂν εἴη.

Τὸ δὲ μόνα ταῦτα πάσχειν ἔτι δ᾽ ἰσχυρότατα δοκοῦντ᾽ εἶναι, καὶ γὰρ ἡ ζειὰ ἰσχυρὸν, μιᾷ τινι λύοιτ᾽ ἂν αἰτίᾳ καὶ τῇ αὐτῇ· διὰ γὰρ τὸ ἰσχυρότατα καὶ πολυρριζότατα εἶναι πλείστην ἔχοντα τροφὴν καὶ μάλιστα πάσχοντα ὑπομένει τὰ δ᾽ ἄλλα φθείρεται τελέως. ἔτι δ᾽ ἡ ὥρα καθ᾽ ἣν ὁ σπόρος ἐπομβροτέρα καὶ πλείω χρόνον ἐν τῇ γῇ γίνεται, τὰ δὲ πρὸς τὸ ἔαρ καὶ διαγελῶντος ἤδη τοῦ ἀέρος ἐν εὐκρασίᾳ μᾶλλον καὶ εὐθὺς εἰς τὴν βλάστησιν ἡ ἀναδρομή·

δι᾽ ὃ καὶ οὐδ᾽ ἕτερον οὐδὲν ἐκ τῆς διαφθορᾶς αὐτῶν ἄν ποτε διαφθαρῇ γίνεται. τὸ μὲν γὰρ εἰς αἶραν ἀξιοῦν ἄτοπον· εἰς γὰρ τὸ σύνεγγυς καὶ ὁμογενές πως αἱ μεταβολαί· τὸ δὲ μηδὲ εἰς ἕτερον μηδὲν εἰς ἀσθένειαν ἀνακτέον ὡς ὅλως φθειρομένων· ἀλλὰ τοῖς ὁμοιοπύροις ἂν εἴη καὶ ὁμοιοκρίθοις μᾶλλον εἰς αἶραν. τούτων δὲ τὰ μὲν ὅλως οὐχ ὑπομένει διὰ τὴν ἀσθένειαν ὥσπερ ἡ τίφη τὰ δὲ εἰς τὸ σύνεγγυς μᾶλλον μεταβάλλει καθάπερ ἡ ζειὰ πρὸς τὸν βρόμον.

ὁ δὲ πυρὸς εἰς τίφην οὐ μεταβάλλει καὶ ζειὰν ἐξαμβλούμενος ὅτι πλείων ἡ τροφὴ καὶ ἰσχυροτέρα δι᾽ ἣν συμμένει. τοιαύτη δ᾽ οὖσα οὐκ ἂν ἐκθηλύνειεν ἀλλ᾽ εἰς τὸ σφοδρότερον ἀγάγοι καὶ ὅλως ἐκστήσειε τοῦ γένους. ἐπεὶ μᾶλλον ἄν τις εὐλόγως θαυμάσειεν ὅτι οὐκ εἰς τὸν ἄγριον πυρὸν ὥσπερ καὶ ἄλλα. τυγχάνει δὲ καὶ τούτου παραπλησία τις ἡ αἰτία· μετακινεῖ γὰρ ἁπλῶς ἡ φύσις.

ἄτοπον δὲ καὶ λόγου δεόμενον εἰ καὶ τὸ λίνον ἐξαιροῦται· με

γάλη γὰρ ἡ διάστασις· εἰ μὴ ἄρα καὶ τοῦτο τῆς τροφῆς ὄγκῳ· φιλεῖ γοῦν χώραν ἀγαθὴν ὥστ᾽ ἐκ τῆς ὑπερβολῆς ἡ ἔκστασις. ὁ δὲ θέρμος ἰσχυρὸς ὢν καὶ πρώϊος σπειρόμενος οὐδὲ εἰς ἓν μεταβάλλει διὰ τὴν ἄγαν ἰσχύν· ἐπικρατεῖ γάρ· δεῖ δὲ τὸ μέλλον μεταβάλλειν μὴ ἀπαθὲς εἶναι μήτ᾽ ἄγαν εὐπαθές· τὸ μὲν γὰρ οὐ μετακινεῖται τὸ δ᾽ ὅλως ἀσθενὲς ὂν φθείρεται καθάπερ ἐλέχθη.