On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ἐκ δυοῖν γὰρ ἢ καὶ πλειόνων ὅταν γένηταί τι δύναμιν ἐχόντων ἀνάγκη κατὰ τὰς τούτων διαφορὰς καὶ τὸ ὅλον διαφέρειν, ὃ καὶ ἐπὶ τῶν ζώων συμβαίνει· καὶ γὰρ καὶ τῷ ἄρρενι καὶ τῷ θήλει καὶ τῇ χώρᾳ καὶ τῷ ἀέρι καὶ ἁπλῶς ταῖς τροφαῖς λαμβάνουσι διαφορὰς ὅθεν καὶ γενῶν ἰδιότητες γίγνονται καὶ πολλάκις τὸ παρὰ φύσιν ἐγένετο κατὰ φύσιν ὅταν χρονισθῇ καὶ λάβῃ πλῆθος. ἀλλὰ γὰρ τοῦτο καθόλου μὲν καὶ κοινόν.

αἱ δὲ τῶν σπερμάτων διαφοραὶ γίνονται διὰ τὰς εἰρημένας αἰτίας· ἐπεὶ καὶ τοῦ θᾶττον τελειοῦσθαι παρά τισιν, ὥσπερ ἐν Αἰγύπτῳ φασὶ μηνὶ πρότερον ἢ ἐν τῇ Ἑλλάδι, τὸν ἀέρα τις ἂν αἰτιάσαιτο μαλακὸν ὄντα καὶ εὐτραφῆ· τὸ δ᾽ ὅλον ἐν δυοῖν τούτοιν θετέον τὰς αἰτίας ὥσπερ εἴρηται ἀέρι καὶ ἐδάφει. τὸ γὰρ αὖ περὶ Μῆλον συμβαῖνον τῆς τελεώσεως ὥστε τὸν ὕστατον σπείροντα θερίζειν ἅμα τοῖς πρώτοις ἐπὶ τὴν χώραν ἀνοιστέον ὡς εὔτροφον, ὁ γὰρ ἀὴρ παραπλήσιος.

τὸ γὰρ μὴ ἰσοχρονεῖν τὰ σπέρματα καθάπερ καὶ τὰ ζῶα παρὰ πᾶσιν ὁποιασοῦν οὔσης τῆς χώρας οὐδὲν ἄτοπον. ἐκεῖνα μὲν γὰρ ἐν ἑαυτοῖς ἔχει τὰς ἀρχὰς τὰς κυριωτάτας τὸ δὲ σπέρμα καὶ ὅλως τὸ φυτὸν ἐν τῷ ἀέρι μᾶλλον. εἰ δὲ μὴ τήν γε πρὸς βλάστησιν καὶ ὅλως γένεσιν καὶ διαφθοράν. διόπερ οἷον ἂν ᾖ τὸ ἔτος ἀκολουθεῖ καὶ τὰ τῶν καρπῶν ἔν τε τοῖς ἄλλοις καὶ ἐν τῇ πρωϊότητι καὶ ὀψιότητι.