On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Περὶ δὲ τῶν ὁμογενῶν τάχα ἄν τις ἀπορήσειε τίποτ᾽ οὐκ ἐν ἴσοις χρόνοις ἅπαντα τελειοῦται ἀλλ᾽ οἱ μὲν τρίμηνοι τῶν πυρῶν οἱ δὲ δίμηνοι καὶ τῶν κριθῶν ὡσαύτως. εἰ δὲ καὶ ἐν ἐλάττονί τινες χρόνῳ πλείων ἡ διαφορὰ πρὸς τοὺς χειμοσπόρους. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων μάλιστα δὲ ἐπὶ τῶν εἰρημένων τάχα δὲ καὶ μόνων αἱ διαφοραί. καὶ τοῦτ᾽ εὐλόγως· τὰ μὲν γὰρ ὄσπρια σπαρέντα χειμῶνος οὐκ ἂν ὑπομείνειε διὰ τὴν ἀσθένειαν πλὴν εἴ τινων ὀλίγων. ὄροβον γὰρ σπείρουσι καὶ πρώϊον ὥστε μὴ ὥρα καταλείπεται· ἡ κριθὴ δὲ καὶ ὁ πυρὸς ἀμφοτέρως καὶ ὅσα μήτρην ἁπλῆν ἐλάττους καὶ ἀσθενεστέρους φέρει τοὺς στάχυς. τοῦτο μὲν οὖν ὡς καθόλου τῷ γένει πρὸς τὸ γένος.

τὸ δὲ μὴ ἰσοχρονίους εἶναι κοινὸν καὶ ἐπὶ τῶν δένδρων· ἔστι γὰρ ἐν ἑκάστοις τὰ μὲν πρώϊα τὰ δ᾽ ὄψια καθάπερ ἄμπελος συκῆ μηλέα ἄπιος. αἴτιον δ᾽ ἐν ἀμφοῖν ὅτι τῆς ἰδίας φύσεως ἡ διαφορὰ τὸ δ᾽ ὄνομα κοινὸν ὥσπερ καὶ ἐν τοῖς ζώοις ἐπὶ τῶν κυνῶν, οὐδὲ γὰρ ἐκεῖνο τὸ γένος ἕν. ἡ δ᾽ αἰτία παραπλησία καὶ διὰ τί τὰ μὲν πρώϊα τὰ δ᾽ ὄψια. εἴτε γὰρ θερμότης εἴτε ψυχρότης εἴθ᾽ ὅτι ποτὲ καὶ ἐνταῦθ᾽ ὁμοίως τὸ αἴτιον.

καὶ καθόλον μὲν οὕτω. τοῖς δὲ σπέρμασι καὶ ἐμφανέστερον ἐκ τῶν συμβαινόντων τὸ αἴτιον. ὁ μὲν γὰρ χειμοσπορούμενος πυρὸς πολύρριζος ὢν καὶ ἐνταῦθα πρῶτον ἀποδοὺς τὴν δύναμιν ἀποδίδωσι πλῆθος καλάμου, καὶ γὰρ πολυκάλαμος. ὁ δὲ τρίμηνος καὶ δίμηνος ὀλιγόρριζος καὶ ὀλιγοκάλαμος δι᾽ ὅτι τήν τε ἀναφορὰν εὐθὺς ἄνω ποιεῖται καὶ τὴν τελείωσιν

ταχεῖαν, ῥᾷον γὰρ τὸ ἔλαττον ἀποτελεῖσθαι· δι᾽ ὃ καὶ ὁ μὲν πολύχους ὁ δ᾽ ὀλιγόχους καὶ κοῦφος. ὁ δὲ βαρὺς ὥσπερ ἐλέχθη πλείω τὴν τροφὴν ἕλκων καὶ θολερωτέραν ἡ δ᾽ ἀναδρομὴ ταχεῖα κατὰ λόγον ἅτε καὶ μὴ χρονίζοντος ἐν ταῖς ῥίζαις δι᾽ ὀλιγότητα.