On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

τοῦ μὲν οὖν θᾶττον ἐκτελεοῦν οὐχ ἡ ἰσχὺς ἀλλὰ ταῦτα τὰ αἴτια, δι᾽ ὃ καὶ πολυγονώτερα. καίτοι τάχ᾽ ἄν τις ἀντείποι περὶ τοῦ πλήθους φάσκων πλείω τὰ ἀπὸ τῶν δένδρων εἶναι. πολλὰ γὰρ ἕκαστον ἔχειν τῶν περικαρπίων τὸ δὲ δένδρον ἀφ᾽ ἑνὸς γεγενῆσθαι σπέρματος. ἀλλὰ ταῦτα μὲν ἐλαφρότερα καὶ οἷον ἀπηρτημένα ἂν φανείη. τὸ δὲ μὴ δύνασθαι τηρεῖν τὰ γένη μηδ᾽ ἐξομοιοῦν ἐν ἀμφοῖν ἂν ἔχοι τὸ αἴτιον, καὶ τῷ πλείω χρόνον τὰ κατὰ γῆς μᾶλλον κατακρατεῖσθαι καὶ τῷ τοὺς σωματικοὺς ὄγκους ἀντισπᾷν.

ὃ γοῦν καὶ τῆς ἀκαρπίας αἴτιον καὶ τῆς κακοκαρπίας εὐλόγως, φανερὸν δὲ μάλιστα ἐκ τῶν ἀμυγδαλῶν εἴπερ ἀφαιρουμένης τῆς ὑγρότητος καὶ τῆς εὐτροφίας μεταβάλλουσι. τὰ δ᾽ ἐπέτεια βραχύν τινα χρόνον ἐν τῇ γῇ γίνεται καὶ ὀλίγην ἕλκει τροφὴν δι᾽ ὃ καὶ οὐκ ἐξίσταται μιᾷ σπορᾷ τῶν γενῶν, ἀλλ᾽ εἰ τῇ τρίτῃ, τότε γὰρ ποιεῖται τὴν μεταβολήν· ὥστ᾽ ὅπερ ἐκείνοις διὰ τὸ πλῆθος

τῆς τροφῆς εὐθὺς τοῦτο τοῖς σπέρμασι χρονισθεῖσι κατὰ λόγον· πλὴν ὅτι τὰ μὲν εἰς τὸ χεῖρον ἀεὶ μεταβάλλει τὰ δὲ καὶ ἐπὶ τὸ βέλτιον ἐὰν ἡ χώρα τοιάδε καὶ ὁ ἀήρ· ἀλλὰ δὴ τοῦτο μὲν ἕτερον.

εἰς ἄλλο δ᾽ ἐξίσταται γένος μάλιστα τῶν σπερμάτων τὰ ἰσχυρότερα καθάπερ ὁ πυρὸς καὶ ἡ κριθή· μόνα γὰρ ἐξαιροῦνται· μᾶλλον δ᾽ ὁ πυρὸς ἰσχυρότερον ὄν. ὥστε καὶ τοῦτο ὁμολογούμενον τῷ πλείω τροφὴν ἕλκειν. ὁ γὰρ θέρμος ὥσπερ ἄπεπτόν τι τὸ ὅλον.

Τὰ μὲν οὖν κατὰ τὴν βλάστησιν ἐν τούτοις ἂν εἴη. πρὸς δὲ τὴν ἔξω διαμονὴν φυλαττομένων ἄλλοις μὲν ἄλλως συμβαίνει κατὰ τοὺς χρόνους. οὐ μὴν ἀλλ᾽ οὐδ᾽ ἄλογον ἔνια προτερεῖν τῶν δενδρικῶν εἰς τὴν φθορὰν οἷον ὅσα ἐν περικαρπίοις ἐστὶ σαρκώδεσιν οἷον ὅταν χωρισθῇ καὶ σαπῇ· γυμνούμενα γὰρ ἀναξηραίνεται καὶ θνήσκει· τὰ δὲ ἐν δερματικοῖς καὶ μὴ χωριζόμενα· καὶ γὰρ ὑγρότερα καὶ παρεισδέχεται τὸν ἀέρα. μάλιστα δὲ διαμένει τὰ ἐν ξυλώδεσι καὶ τούτων ὅσα πυκνόν τε τὸ κέλυφος ἔχει καὶ αὐτὰ λιπαρὰ καθάπερ τὰ κάρυα τὰ ἡρακλεωτικὰ, πλὴν ἐκπικροῦται· τὰ δ᾽ ἀμύγδαλα ἐλάττω χρόνον· ἐλάχιστον δὲ τὰ βασιλικὰ μένει, μανότατον γὰρ τὸ πέριξ καὶ ἥκιστα συμφυές. διαμένει δὲ καὶ τὸ τῆς ἐλάας καὶ εἴ τι ἄλλο τοιοῦτον· τῶν δ᾽ ἐν σαρκώδεσι περικαρπίοις χρονιώτατον τὸ τοῦ φοίνικος ἅτε ξηρότατον ὂν καὶ πυκνόν.