On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
Ῥιζοτομεῖται δὲ μετὰ τὴν φυτείαν καὶ ὅταν ᾖ νέα πάνθ᾽ ὡς εἰπεῖν ὅπως τε κατὰ βάθους ὠθῶνται καὶ πλείω λαμβάνωσιν αὔξησιν, μάλιστα δ᾽ ὧν ἐπιπολῆς αἱ ῥίζαι καθάπερ ἐλάα καὶ ἄμπελος. ὅταν δὲ πρεσβύτερα γένηται τὰς μὲν ἐπετείους καὶ ὅλως τὰς ἐπιπολῆς ἀφαιρετέον ὅπως αἱ κάτω πλείους καὶ ἰσχυρότεραι γίγνωνται· φθείρουσι γὰρ ἐκεῖναι ταύτας καὶ ἐμποδίζουσιν αὐταὶ δ᾽ οὐ δύνανται παρέχειν τροφὴν ἀλλὰ καὶ πονοῦσι καὶ ὑπὸ τοῦ ἡλίου καὶ ὑπὸ τοῦ ψύχους. ἀφαιρετέον δὲ καὶ τὰς αὔας· προσηρτημέναι γὰρ καὶ ἄλλως λυμαίνονται καὶ σκώληκας ἐμποιοῦσι τοῖς δένδροις.
τὰς δὲ ἄλλας οὐ κινητέον· οὐδὲ γὰρ τὴν διακάθαρσιν ἔστιν ὥσπερ τῶν ἄνω ποιεῖσθαι· καὶ γὰρ τὸ γυμνοῦν ἐπὶ πλέον χαλεπὸν καὶ ὅλως οὐκ εὔσημον ὅθεν ἀφαιρετέον. ἅμα δὲ καὶ ὁποθενοῦν φυομένη μόνον δὲ ἰσχύουσα τὴν τροφὴν ἀποδώσει, κάλλιον δ᾽ ἐὰν παντα
χόθεν· τὸ δὲ δὴ μῆκος καὶ πλάτος ὅσῳ ἂν ᾖ πλέον ὠφελιμώτερον ὥστε τὰ πρὸς τὴν βλάστησιν καὶ τὴν εὐτροφίαν μόνον δεῖ παρασκευάζειν.περὶ δὲ ἀρδεύσεως καὶ ὑδάτων σχεδὸν εἴρηται πρότερον. ὅσα γὰρ ἐν τοῖς οὐρανίοις ὠφέλιμα κατὰ ποίας ὥρας ἢ ἔτους ἢ νύκτωρ ἢ μεθ᾽ ἡμέραν δῆλον ὅτι καὶ ἐν τοῖς ἐπιρρύτοις καὶ ὀχετευομένοις ὁμοίως ἔσται. τοῦ δὲ θέρους εὐλόγως μάλιστα χρῶνται διὰ τὴν σπάνιν τῶν ἐκ διὸς καὶ ἅμα πρὸς τὴν ἐκτροφὴν τῶν καρπῶν ἀναγκαῖον. οἱ δὲ καὶ οἴονται τότε μάλιστα δεῖσθαι πλείστης ἀφαιρέσεως καὶ κυριωτάτης γινομένης.
ἰσχυρὸν δ᾽ ὥσπερ ἐν τοῖς ἄλλοις καὶ ἐν τούτοις τὸ ἔθος, οἷον γὰρ φύσις γίνεται. δι᾽ ὃ καὶ τὰ ἐν τοῖς ξηροῖς καὶ ἀνύδροις οὐδὲν ζητεῖ πλὴν τὸ ἀναγκαῖον καὶ χείρω γίνεται βρεχόμενα καθάπερ τὰ εἰωθότα μὴ βρέχεσθαι. καὶ κίνδυνος δὲ ἐὰν μὴ συνεχῶς ἀποδιδῷ βρέχειν ἀρξάμενος. ἐκείνην τε γὰρ ἀφαιρεῖται τὴν ἰσχὺν καὶ τὴν τροφὴν καὶ ἑτέραν οὐ διδοὺς ἀμφοτέρων ἀφαιρέσει ἁμαρτάνει, ὥστε πολλάκις ὑπὸ τῶν καυμάτων αὐαίνεται. σχεδὸν δὲ οἱ καρποὶ χείρους τῶν γε πλεῖστον βρεχομένων, ἐὰν δὲ σύμμετρον λάβῃ πλείους καὶ πολλῷ καλλίους.
Περὶ δὲ κοπρίσεως ἀκολούθως δῆλον ὅτι τῇ διακαθάρσει λεκτέον τοὺς χρόνους ἄλλως τε εἰ καὶ μετ᾽ ἐκείνην εὐθὺς κοπρίζειν δεῖ· ἅμα δὲ καὶ οὐδ᾽ ἂν δύναιντο δέχεσθαι συνεχῶς ἀλλ᾽ ἀφαυαίνονται διὰ τὴν θερμότητα. τὸ γὰρ τὴν ψιλὴν κοπρίζειν οὐχ ὅμοιον· ἐν ἐκείνῃ μὲν γὰρ εἰς πολλὰ μερίζεται καὶ ἐξαναλίσκεται τὰ δεχόμενα τῶν σπερμάτων ἐνταῦθα δὲ εἰς αὐτὰς τὰς ῥίζας δύεται καὶ οὐ δύναται πᾶν διαδιδόναι τοῖς καρποῖς οὐχ ὁμοίως εὔτροφον ὂν οὐδὲ πολύχουν ὥστε πάλιν ἄλλης καὶ ἄλλης ἐπιγινομένης ὡς ἐκθερμαινόμενον αὐαίνεται.
ἐπεὶ καὶ ὁ σῖτος, ἄν τις κατακόρως χρῆται καὶ
μὴ ἐπιγίνηται πλῆθος ὕδατος· δι᾽ ὃ καὶ ταῖς ἐπομβρίαις χρησιμώτερος ὅ γε συνεχὴς καὶ πλείων κοπρισμὸς ἐν δὲ ταῖς αὐχμώδεσι καὶ λεπταῖς ὁ σύμμετρος. διὰ ταῦτα δὲ ἴσως οὐδὲ ἡ δριμυτάτη τοῖς δένδροις ἁρμόττει. καίτοι δόξειεν ἂν ἄτοπον εἶναι τὸ μὴ τοῖς ἰσχυροτάτοις τὴν ἰσχυροτάτην· ἀλλ᾽ ἐν τῷ προειρημένῳ τὸ αἴτιον ληπτέον. ἐπεὶ καὶ τοῖς λαχάνοις διὰ τοῦθ᾽ ἁρμόττει μεθ᾽ ὑδρείας ἡ χύλωσις καὶ ὅλως ὅτι πολλῷ τῷ ὑγρῷ χρῶνται καὶ καθ᾽ ἡμέραν καὶ αὐτὰ φύσει ὑγρά· φυλλοφορεῖν γὰρ ἐθέλουσι οὐ καρπογονεῖν αὐτά.οὐ μὴν ἀλλ᾽ ἐνίαις γε χρῶνται καὶ πρὸς τὰ δένδρα τῶν ἰσχυροτέρων καὶ μάλιστα εἰς μαλακότητα καὶ μεταβολὴν τῶν καρπῶν οἷον ὑείᾳ πρὸς τὸ γλυκαίνειν καὶ ἀπυρήνους ποιεῖν τὰς ῥόας καὶ τὰς ἀμυγδαλᾶς ἐκ πικρῶν γλυκείας καὶ ὡς παρὰ τοὺς μυρρίνους κελεύουσιν ἰσχυροτέραν ἔτι παραβάλλειν οἷον τὴν βυρσοδεψικὴν καὶ οὖρον παραχεῖν ὅταν ἐκβλαστήσωσιν ὡς ἂν ἀπυρήνων γινομένων· οἱ δὲ καὶ ἐλάᾳ συμφέρειν οἴονται πρὸς εὐκαρπίαν.
ἔοικε δὲ καὶ τὸ ἐν τῇ ἀρχῇ μέγα διαφέρειν, εἴ γε καὶ τὰ τῶν σικύων σπέρματα γάλακτι βρεχόμενα καὶ μελικράτῳ γλυκυτέρους ποιεῖ. νομίσειε δ᾽ ἄν τις ταῦτα καὶ ἐπὶ τῶν ἄλλων γίνεσθαι λαχάνων, ἀλλ᾽ ἴσως τὸ δριμὺ χρησιμώτερον. ἡ δὲ ῥίζα τῶν δένδρων ἀρχή τις οὖσα καὶ τὰ περικάρπια συνεξομοιοῖ τὰ ἐφ᾽ ἑαυτῆς. περὶ μὲν οὖν τούτων καὶ πρότερον εἴρηται. τὴν δὲ χρησίμην ἀεὶ πρὸς τὰς δυνάμεις ἀποδοτέον τῆς μὲν δριμυτέρας ἐλάττονα τῆς δὲ μαλακωτέρας πλείονα.
δεῖ δὲ καὶ τὴν πρόσφορον ἑκάστοις τῶν δένδρων μὴ ἀγνοεῖν· οὐ γὰρ ὥσπερ ὕδωρ τὸ αὐτὸ πᾶσιν οὕτω καὶ κόπρος ἀλλ᾽ ὥσπερ τὰ ἐδάφη πρὸς ἕκαστον οἰκεῖα οὕτω καὶ ἡ κόπρος. ἐπεὶ καὶ κατὰ τὰς ἡλικίας τῶν δένδρων ἐστί τις διαφορά· δι᾽ ὃ καὶ φυτεύοντες ὑποβάλλουσιν εὐθὺς ὥσπερ ἐλέχθη τὴν
τῶν λοφούρων ὅτι κουφοτάτη, τὸ δ᾽ ἀσθενὲς κουφοτάτης δεῖται. τὸ δ᾽ ὅλον ἐν ταῖς θεραπείαις τῶν δένδρων ὅσα μὲν κοινὰ πᾶσίν ἐστι ταῦτα τῷ ποσῷ καὶ τῷ ποιῷ διοίσει καὶ τοῖς καιροῖς οἷον τομὴ διακάθαρσις σκαπάνη κόπρισις. ταῖς δ᾽ οὖν ἀμπέλοις ἢ διὰ τεττάρων ἢ πλειόνων ἐτῶν παραβάλλουσι κόπρον· οὐ γὰρ δύνανται φέρειν δι᾽ ἐλαττόνων οὐδ᾽ ἔστι βοήθεια καθάπερ τοῖς δένδροις ἡ ὕδρευσις ἀλλ᾽ ἐκκαίονται. δι᾽ ὃ καθάπερ ἐλέχθη ταῖς ἐπομβρίαις χώραις συμφέρει μᾶλλον· ἄλλως γὰρ κίνδυνος μὴ ἐπιγινομένων τῶν ἐκ διός.Σκαπάνη δὲ πᾶσι συμφέρει· τά τε γὰρ ἐμποδίζοντα καὶ τὰ παραιρούμενα τὰς τροφὰς ἐξαιρεῖ καὶ αὐτὴν τὴν γῆν ἐνικμοτέραν ποιεῖ καὶ κουφοτέραν· ἔτι δ᾽ ὁ ἀὴρ ἐγκαταμιγνύμενος, ἀνάγκη γὰρ ἐγκαταμίγνυσθαι κινουμένης, ἰκμάδα τέ τινα δίδωσι καὶ παρέχει τροφήν. δι᾽ ὃ καὶ τὴν αὐχμώδη καὶ ἄνυδρον σκάπτειν δεῖ καὶ μεταβάλλειν πολλάκις ὥσπερ καὶ πρότερον εἴρηται. συμφέρει δ᾽ ἡ σκαπάνη καὶ τοῖς ἑλώδεσι καὶ τοῖς ἐφύδροις. καίτοι δόξειεν ἂν ἄτοπον εἰ τοῖς ἐναντίοις· ἀλλ᾽ οὐδὲν ἄτοπον, τὴν μὲν γὰρ ξηραίνει τὴν δ᾽ ὑγραίνει, δεῖται δ᾽ ἑκάτερα τοῦ ἐναντίου.
τροφῆς δὲ πλείονος καὶ βελτίονος γινομένης αὐτὸ τὸ δένδρον εὐθενεῖ καὶ οἱ καρποὶ καλλίους· ποιεῖ γὰρ καὶ τοὺς πυρῆνας ἐλάττους καὶ ὅσων ξυλώδη καὶ δερματικὰ τὰ ἐκτὸς οἷον ἀμυγδαλῆς καρύας εὐβοϊκῆς τούτων λεπτότερα ταῦτα τὰ δ᾽ ἐντὸς μείζω. τὸ γὰρ ὅλον ἡ εὐτροφία διϋγραίνει καὶ τὸ σαρκῶδες αὔξει. διὰ ταῦτα καὶ κατὰ λόγον ἀμφοῖν τὸ συμβαῖνον. ποιεῖ δὲ καὶ εὐχυλότερα καὶ μείζω καὶ ἡδίω μετὰ τῆς ἄλλης θεραπείας ὅτι καὶ τροφὴ πλείων καὶ πέψις γίνεται μᾶλλον. ἐπὶ δὲ τοῦ κράνου, περὶ τούτου γὰρ μάλιστα ἀντιλέγεται, δῆλον εἴπερ ὡς ἀληθῶς πλεῖον ἀναλαμβάνει τῆς συμμέτρου τροφῆς, ὡς ἧτ
τον ποιεῖ εὔχυλον. ὅπερ καὶ ἐπ᾽ ἄλλων συμβαίνει περικαρπίων ἐν ταῖς πιείραις λίαν χώραις καὶ εὐτρόφοις.ἡ μὲν οὖν σκαπάνη πάντα ταῦτα συναπεργάζεται καὶ τὸ ὅλον ὠφελεῖ διὰ τὸ ἐξαιρεῖν τὰ παραιρούμενα· ἐπεὶ καὶ τὰ παραφυτευόμενα καὶ τὰ παρασπειρόμενα διὰ τοῦτο βλάπτει πάντα τὰ δὲ καὶ ὅλως ἀναιρεῖ πλὴν ὅσα γ᾽ ἐν φαρμάκου μέρει· λέγω δ᾽ ὡς οἱ τὰς κριθὰς ἐπισπείροντες τοῖς τῶν ἀμπέλων φυτοῖς ἢ εἴ τι ἄλλο ξηρὸν ὅπως τῆς ὑγρότητος τὸ πλῆθος ἀφαιρεθῇ, καὶ ὡς ταῖς ῥαφανίσι τοὺς ὀρόβους πρὸς τὸ μὴ κατεσθίεσθαι καὶ εἰ δή τι ἄλλο τοιοῦτον·