On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἐπεὶ δ᾽ ἐπίπονος ἡ διακάθαρσις διὰ τὰς πληγὰς διὰ τοῦτ᾽ οὐ τὴν τυχοῦσαν ὥραν ἀλλὰ τὴν μετὰ πλειάδα ληπτέον· ἰσχυρότατα γὰρ τότε καὶ μάλιστα αὑτῶν τὰ δένδρα καταναλωκότα τὸ ὑγρὸν εἰς τοὺς καρποὺς ἕτερον δὲ οὐδέπω δεδεγμένα. τὰ δ᾽ ὀψικαρπότερα δῆλον ὅτι κατὰ λόγον μετὰ τὴν τῶν καρπῶν ἀφαίρεσιν. ἴδιον δ᾽ ἐπὶ τῆς συκῆς· μόνη γὰρ διακαθαίρεται μικρὸν πρὸ τῆς βλαστήσεως· αἴτιον δ᾽ ὅτι τότε μάλιστα εὐσύμφυτος· δεῖ δὲ τοῦτο σπεύδειν, ἀσθενὲς γὰρ ὂν καὶ μανὸν πονεῖ μάλιστα διὰ τοῦ μετοπώρου καὶ περὶ πλειάδα ξηροτέρας οὔσης τῆς ὥρας οὐ δυναμένη συμφῦναι σήπεταί τε παραρρέοντος τοῦ ὕδατος καὶ ὑπὸ τῶν χειμώνων κακοπαθεῖ καὶ τὸ ὅλον διαφθείρεται. τοῦτο μὲν οὖν ἴδιον τῶν ἀσθενῶν καὶ μανῶν.
οὐκ ἴση δὲ πάντων ἡ ἀφαίρεσις ἀλλὰ πλείων τῶν μᾶλλον δεομέ-
νων. δεῖται δὲ τὰ εὐβλαστοῦντα πολλῆς γινομένης οἷον ἐλάα δοκεῖ καὶ ῥόα καὶ μύρρινος· ὅσῳ γὰρ ἄν τις ἐλάττω τούτοις καταλίπῃ βέλτιον βλαστάνει καὶ τοὺς καρποὺς φέρει βέλτιον· τοῦτο δ᾽ ὅτι πυκνόβλαστα καὶ λεπτόβλαστά ἐστι καὶ ταχὺ παραυαινόμενα δι᾽ ὃ καὶ φρυγανικώτατα πάντων τῇ προσόψει.χρὴ δ᾽ ἐλάττονος ὅσα πρὸς τὰς τομὰς ἀσθενῆ καθάπερ ἄπιος καὶ μηλέα καὶ εἴ τι ἄλλο ξηρὸν καὶ λεπτόφλοιον, καὶ γὰρ ταῦτα πονεῖ· δι᾽ ὃ καὶ τὰ αὖα τούτων ἢ ταῖς χερσὶν ἀφαιρεῖν ὥσπερ ἐλέχθη τινὲς κελεύουσιν ἢ τοῖς σιδήροις ὡς ἐλαφρότατα· κίνδυνος γὰρ ἅμα τῷ πόνῳ διὰ τὴν ἕλκωσιν. ὥσπερ γὰρ καὶ τῶν ῥιζῶν ἐν τῇ σκαπάνῃ τιτρωσκομένων χείρω γίνεται πολλάκις δὲ καὶ νοσεῖ καὶ ἀφαυαίνεται, τὸν αὐτὸν τρόπον οἴεσθαι χρὴ καὶ ἀπὸ τῶν ἄνωθεν ἐν τοῖς μὴ δυναμένοις φέρειν. καὶ περὶ μὲν καθάρσεως ἀρκείτω τὰ εἰρημένα.
Ῥιζοτομεῖται δὲ μετὰ τὴν φυτείαν καὶ ὅταν ᾖ νέα πάνθ᾽ ὡς εἰπεῖν ὅπως τε κατὰ βάθους ὠθῶνται καὶ πλείω λαμβάνωσιν αὔξησιν, μάλιστα δ᾽ ὧν ἐπιπολῆς αἱ ῥίζαι καθάπερ ἐλάα καὶ ἄμπελος. ὅταν δὲ πρεσβύτερα γένηται τὰς μὲν ἐπετείους καὶ ὅλως τὰς ἐπιπολῆς ἀφαιρετέον ὅπως αἱ κάτω πλείους καὶ ἰσχυρότεραι γίγνωνται· φθείρουσι γὰρ ἐκεῖναι ταύτας καὶ ἐμποδίζουσιν αὐταὶ δ᾽ οὐ δύνανται παρέχειν τροφὴν ἀλλὰ καὶ πονοῦσι καὶ ὑπὸ τοῦ ἡλίου καὶ ὑπὸ τοῦ ψύχους. ἀφαιρετέον δὲ καὶ τὰς αὔας· προσηρτημέναι γὰρ καὶ ἄλλως λυμαίνονται καὶ σκώληκας ἐμποιοῦσι τοῖς δένδροις.
τὰς δὲ ἄλλας οὐ κινητέον· οὐδὲ γὰρ τὴν διακάθαρσιν ἔστιν ὥσπερ τῶν ἄνω ποιεῖσθαι· καὶ γὰρ τὸ γυμνοῦν ἐπὶ πλέον χαλεπὸν καὶ ὅλως οὐκ εὔσημον ὅθεν ἀφαιρετέον. ἅμα δὲ καὶ ὁποθενοῦν φυομένη μόνον δὲ ἰσχύουσα τὴν τροφὴν ἀποδώσει, κάλλιον δ᾽ ἐὰν παντα
χόθεν· τὸ δὲ δὴ μῆκος καὶ πλάτος ὅσῳ ἂν ᾖ πλέον ὠφελιμώτερον ὥστε τὰ πρὸς τὴν βλάστησιν καὶ τὴν εὐτροφίαν μόνον δεῖ παρασκευάζειν.περὶ δὲ ἀρδεύσεως καὶ ὑδάτων σχεδὸν εἴρηται πρότερον. ὅσα γὰρ ἐν τοῖς οὐρανίοις ὠφέλιμα κατὰ ποίας ὥρας ἢ ἔτους ἢ νύκτωρ ἢ μεθ᾽ ἡμέραν δῆλον ὅτι καὶ ἐν τοῖς ἐπιρρύτοις καὶ ὀχετευομένοις ὁμοίως ἔσται. τοῦ δὲ θέρους εὐλόγως μάλιστα χρῶνται διὰ τὴν σπάνιν τῶν ἐκ διὸς καὶ ἅμα πρὸς τὴν ἐκτροφὴν τῶν καρπῶν ἀναγκαῖον. οἱ δὲ καὶ οἴονται τότε μάλιστα δεῖσθαι πλείστης ἀφαιρέσεως καὶ κυριωτάτης γινομένης.
ἰσχυρὸν δ᾽ ὥσπερ ἐν τοῖς ἄλλοις καὶ ἐν τούτοις τὸ ἔθος, οἷον γὰρ φύσις γίνεται. δι᾽ ὃ καὶ τὰ ἐν τοῖς ξηροῖς καὶ ἀνύδροις οὐδὲν ζητεῖ πλὴν τὸ ἀναγκαῖον καὶ χείρω γίνεται βρεχόμενα καθάπερ τὰ εἰωθότα μὴ βρέχεσθαι. καὶ κίνδυνος δὲ ἐὰν μὴ συνεχῶς ἀποδιδῷ βρέχειν ἀρξάμενος. ἐκείνην τε γὰρ ἀφαιρεῖται τὴν ἰσχὺν καὶ τὴν τροφὴν καὶ ἑτέραν οὐ διδοὺς ἀμφοτέρων ἀφαιρέσει ἁμαρτάνει, ὥστε πολλάκις ὑπὸ τῶν καυμάτων αὐαίνεται. σχεδὸν δὲ οἱ καρποὶ χείρους τῶν γε πλεῖστον βρεχομένων, ἐὰν δὲ σύμμετρον λάβῃ πλείους καὶ πολλῷ καλλίους.
Περὶ δὲ κοπρίσεως ἀκολούθως δῆλον ὅτι τῇ διακαθάρσει λεκτέον τοὺς χρόνους ἄλλως τε εἰ καὶ μετ᾽ ἐκείνην εὐθὺς κοπρίζειν δεῖ· ἅμα δὲ καὶ οὐδ᾽ ἂν δύναιντο δέχεσθαι συνεχῶς ἀλλ᾽ ἀφαυαίνονται διὰ τὴν θερμότητα. τὸ γὰρ τὴν ψιλὴν κοπρίζειν οὐχ ὅμοιον· ἐν ἐκείνῃ μὲν γὰρ εἰς πολλὰ μερίζεται καὶ ἐξαναλίσκεται τὰ δεχόμενα τῶν σπερμάτων ἐνταῦθα δὲ εἰς αὐτὰς τὰς ῥίζας δύεται καὶ οὐ δύναται πᾶν διαδιδόναι τοῖς καρποῖς οὐχ ὁμοίως εὔτροφον ὂν οὐδὲ πολύχουν ὥστε πάλιν ἄλλης καὶ ἄλλης ἐπιγινομένης ὡς ἐκθερμαινόμενον αὐαίνεται.
ἐπεὶ καὶ ὁ σῖτος, ἄν τις κατακόρως χρῆται καὶ
μὴ ἐπιγίνηται πλῆθος ὕδατος· δι᾽ ὃ καὶ ταῖς ἐπομβρίαις χρησιμώτερος ὅ γε συνεχὴς καὶ πλείων κοπρισμὸς ἐν δὲ ταῖς αὐχμώδεσι καὶ λεπταῖς ὁ σύμμετρος. διὰ ταῦτα δὲ ἴσως οὐδὲ ἡ δριμυτάτη τοῖς δένδροις ἁρμόττει. καίτοι δόξειεν ἂν ἄτοπον εἶναι τὸ μὴ τοῖς ἰσχυροτάτοις τὴν ἰσχυροτάτην· ἀλλ᾽ ἐν τῷ προειρημένῳ τὸ αἴτιον ληπτέον. ἐπεὶ καὶ τοῖς λαχάνοις διὰ τοῦθ᾽ ἁρμόττει μεθ᾽ ὑδρείας ἡ χύλωσις καὶ ὅλως ὅτι πολλῷ τῷ ὑγρῷ χρῶνται καὶ καθ᾽ ἡμέραν καὶ αὐτὰ φύσει ὑγρά· φυλλοφορεῖν γὰρ ἐθέλουσι οὐ καρπογονεῖν αὐτά.