On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ὥσπερ γὰρ λέγεται πολλάκις ἡ οἰκεία μεγίστην ἔχει ῥοπὴν καὶ πρὸς ἀντίληψιν καὶ πρὸς εὐκαρπίαν ὃ καὶ καθ᾽ ὅλων τῶν γενῶν ἐστιν καὶ ἐν αὐτοῖς τοῖς ὁμοειδέσιν. οἷον ὡς μὲν ἁπλῶς εἰπεῖν ἡ συκῆ φιλεῖ τοὺς ξηροὺς τόπους· οἱ γὰρ ὑγροὶ σήπουσιν ἢ οὐ καλῶς πεπαίνουσι διὰ τὸ καὶ αὐτὸν εἶναι τὸν καρπὸν ὑγρόν. οὐ μὴν ἀλλ᾽ ὅσαι γε ὑδρεύεσθαι ζητοῦσι καθάπερ ἡ λακωνικὴ τὰ ὕφυδρα ζητοῦσιν. ὡσαύτως δὲ καὶ τῶν ἀμπέλων αἱ μὲν στερεαὶ καὶ πυκναὶ καθάπερ καὶ πρότερον ἐλέχθη τὴν ὀρεινὴν μᾶλλον φιλοῦσιν αἱ δὲ μαναὶ καὶ ὑγραὶ τὴν πεδεινήν· ἑκατέραις γὰρ ἡ τροφὴ πρὸς τὴν φύσιν σύμμετρος ταῖς μὲν ἐλάττων οὖσα ταῖς δὲ πλείων.
ὅλως δὲ τὰ ἀκρόδρυα καλὰ δοκεῖ περὶ τὰς ὑπωρείας γίνεσθαι· σημεῖα δὲ ποι
οῦνται τὴν αὐτομάτην γένεσιν· ὅπου γὰρ ἡ φύσις αὐτὴ γεννᾷ τοῦτον οἰκειότατον εἶναι τόπον. αἱ δὲ καθ᾽ ἕκαστα διαφοραὶ δῆλον ὅτι κυριώταται· καὶ γὰρ ὑπώρειαι πολλαὶ καὶ παντοῖαι. καὶ τὸ ὅλον ὥσπερ μία τις αὕτη διαφορὰ καθ᾽ ὕψος καὶ ταπεινότητα πολλῶν οὐσῶν ἑτέρων καὶ μειζόνων ὥσπερ ἐν ταῖς ἱστορίαις εἴπομεν, ὧν οὐδεμίαν ἀθεώρητον εἶναι χρή.τὴν γοῦν λειμωνίαν καὶ ἔφυδρον σχεδὸν οἱ πλείους ὁμολογοῦσιν ἀγαθὴν εἶναι ταῖς ἀμπέλοις ὥσπερ καὶ τὴν εὔγειον ἐλάαις καὶ συκαῖς· αἱ μὲν γὰρ ὑγροτέρας δέονται καὶ μαλακωτέρας τροφῆς αἱ δὲ ξηροτέρας καὶ σωματωδεστέρας. ὅλως δ᾽ αἰεὶ τὰ μὲν ξηρὰ ξηρὰν ζητεῖ χώραν τὰ δὲ ὑγρὰ ὑγράν. ὡς δ᾽ ἁπλῶς εἰπεῖν ἀρίστη πᾶσιν ἡ μανὴ καὶ κούφη καὶ ἔνικμος, εὐτραφὴς γὰρ μάλιστα καὶ εὐαυξὴς, εἰ μὴ ὅσα διὰ τὴν ἰσχὺν λαμβάνοντα πλῆθος τροφῆς ἐξυβρίζει καθάπερ ἡ ἀμυγδαλῆ. ταύτῃ γὰρ ἡ λεπτόγειος οἰκειοτέρα καὶ τόπος εὐδιεινὸς καὶ εὔειλος ἐναντίως δὲ τῇ εὐβοϊκῇ παλίσκιος καὶ δροσερός.
οὐ μικρὸν δὲ οὐδὲ τὸ πρὸς τὰ πνεύματα καλῶς κεῖσθαι τοὺς τόπους ὥστε καὶ τοῦτο θεωρητέον. εὔπνουν μὲν γὰρ ἅπαντα ζητεῖ· τροφαί τε γὰρ ἐν τοῖς τοιούτοις βελτίους καὶ οἱ καρποὶ πεπειρότεροι. πνευματώδη δὲ καὶ προσήνεμον οὐδὲν ὡς εἰπεῖν τῶν γε ἡμέρων· ἀναυξῆ γὰρ καὶ μικρὰ καὶ καυλώδη γίνεται διὰ τὰς πληγὰς τὰς ὑπὸ τῶν πνευμάτων. ἔνια δὲ οὐδὲ τῶν ἀγρίων· οὐ γὰρ τελειοκαρπεῖ καθάπερ οὐδὲ τὴν εὐβοϊκήν φασιν ἀλλὰ μέχρι τοῦ ἄνθους ἀφικνεῖσθαι τὰς δ᾽ ἐν τοῖς ὑπηνέμοις εὐαυξεῖς τε καὶ πολυκάρπους γίνεσθαι. τὸ γὰρ ὅλον ὥσπερ πολλάκις εἴρηται συμμετρίας τινὸς ἔοικεν ἕκαστα δεῖσθαι πρὸς τὴν φύσιν ὁμοίως ἔν τε ταῖς ἄλλαις τροφαῖς καὶ ταῖς τοῦ ἀέρος μεταβολαῖς. ἀλλὰ τοῦτο μὲν ἂν εἴη καθόλου καὶ κοινόν.
Τὰς δὲ μανότητας καὶ πυκνότητας τῶν
φυτευομένων οὐχ οὕτω πρὸς τὸν τόπον ὡς πρὸς αὐτὰ τὰ φυτευόμενα σκεπτέον ὅσα τε φιλόσκια καὶ μὴ καὶ ὅσα μακρόρριζα καὶ βραχύρριζα· τὰ μὲν γὰρ δῆλον ὅτι μανὰ τὰ δὲ πυκνὰ φυτευτέον. φιλόσκια δὲ ὧν οἱ καρποὶ ξηροί τε καὶ πυρηνώδεις ὥσπερ ῥόας καὶ μυρρίνου καὶ ὅσα φύσει μανά τε καὶ ξηρὰ καὶ μὴ μακρόρριζα καθάπερ ἡ δάφνη.