On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
Τὰ δὲ σπέρματα καθάπερ ἐπὶ τῶν δένδρων ἐκ τῶν ὁμοίων ἢ τῶν χειρόνων ληπτέον ὅπως δὴ μηδεμία μεταβολὴ ἢ ἐπὶ τὸ βέλτιον γίνηται. καίτοι φασὶν ἐκ τῆς ἀγαθῆς ἰσχυρότερα εἶναι δι᾽ ὃ καὶ ἐπὶ δύο ἔτη διαμένειν τὴν δύναμιν. εἰ δὲ τοῦτο ἀληθὲς ὅμοιον ἂν εἴη καὶ τὸ ἐπὶ τῶν φυτευμάτων τὸ τὰ κάλλιστα καὶ ἰσχυρότατα λαμβάνειν ὥστ᾽ ἀμφοτέρως ἂν ἔχοι λόγον.
χρὴ δὲ καὶ ταῖς τοῦ ἀέρος ἀνωμαλίαις προσέχειν. οὔτε γὰρ τὰ ἐκ τῶν εὐείλων καὶ πρωΐνων εἰς τοὺς ὀψίους καὶ διαχειμέρους οὔτε τὰ ἐκ τούτων εἰς ἐκείνους ἁρμόττει. τὰ μὲν γὰρ προτερεῖν δοκεῖ τὰ δ᾽ ὑστερεῖν ὥστε τὰ μὲν ὑπὸ χειμῶνος τὰ δ᾽ ὑπ᾽ αὐχμῶν ἀπόλλυται καὶ ἀνυδρίας· ὄψια γὰρ ὄντα βραδέως τε κυΐσκεται καὶ ἀποτίκτει δι᾽ ὃ καὶ ὑστερεῖ. ταὐτὸ δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν σπερμάτων ὅσαπερ εὐβλαστεῖ καὶ ταχὺ παραγίνεται καθάπερ τὰ τριμηνιαῖα.
σπαρέντα γὰρ πρώϊα προτερεῖ καιρῶν εἰ μή τι τοιοῦτον ὥστε προλαβεῖν τοὺς χει
μῶνας πρὸς τὴν ῥίζωσιν ὥσπερ καὶ τὸν κύαμον διὰ τοῦτο πρωϊσποροῦσι καὶ ἅμα διὰ τὸ φιλεῖν ἀνθοῦντα βρέχεσθαι καὶ ἀπανθεῖν πολὺν χρόνον· ὀψὲ γὰρ σπειρόμενος οὐκ ἂν βρέχοιτο. τὸ δὲ ὕδωρ ἐν τῷ ἀνθεῖν τούτῳ μὲν συμφέρει διὰ τὴν μανότητα, τῷ σίτῳ δὲ ἀσύμφορον διὰ τὴν λεχθεῖσαν πρότερον αἰτίαν, τοῖς δὲ ἄλλοις χεδροποῖς ἀβλαβὲς πλὴν ἐρεβίνθῳ, τοῦτον δὲ ἀπολλύει· καταπλυθείσης γὰρ τῆς ἅλμης ὥσπερ συμφύτου τινὸς στερόμενος σφακελίζει τε καὶ ὑπὸ καμπῶν κατεσθίεται· ζωογονεῖται γὰρ ὥσπερ εἴρηται.βραχέντος δὲ οἴνῳ τοῦ σπέρματος ἧττον δοκεῖ νοσεῖν, ὅπερ οὐκ ἄλογον ἔχοντά τινα δριμύτητα· διατηροῦσι γὰρ αὗται. τὸ γὰρ ὅλον ἐάν τις ἀλλοιώσας μεταβάλῃ τὸ σπέρμα καθάπερ πρότερον ἐλέχθη μεταβάλλειν καὶ τὰ φυτὰ καὶ τοὺς καρποὺς οὐκ ἄλογον· οἵα γὰρ ἡ ἀρχὴ τοιαῦτα καὶ τὰ ἀπὸ τῆς ἀρχῆς. ἔτι δ᾽ ὁρῶμεν ὅτι καὶ ταῖς τροφαῖς ἀλλοιούμενα μεταβάλλει καὶ ὅλα γένη τῶν δένδρων ὥσπερ ἐξ ἀγρίων ἥμερα γινόμενα καὶ ἐκ μελάνων λευκά· καὶ κατὰ τοὺς καρποὺς ὁμοίως ὥστε καὶ πρὶν πεσεῖν αὐτὸ ποιόν τι γινόμενον οὐκ ἄτοπον ἀλλοιοῦν καὶ τὴν ῥίζαν εὐθὺς καὶ τὸν καυλὸν καὶ τὸν καρπόν. ἀπηνθηκότος δ᾽ οὐ συμφέρει κατὰ μικρὸν ἐφύειν οὐδ᾽ ἥλιον ἐπιλαμβάνειν ἀλλὰ ψύχη γίνεσθαι καὶ ἐπινεφεῖν ὅπως μὴ ἐπικαθήμενον τὸ ὕδωρ ἐπιλαβὼν ὁ ἥλιος ἐρυσιβώσῃ σῆψιν ποιήσας. δι᾽ ὃ καὶ αἱ δροσοβόλοι χῶραι καὶ ἔγκοιλοι καὶ ἀπνεύματοι μάλιστα ἐρυσιβώδεις.
Ἐπειδὴ πλείους αἱ γενέσεις τῶν φυτῶν τούτων δὲ κοινοτάτη πᾶσιν ἡ ἀπὸ σπέρματός ἐστιν ὅσα ἔχει σπέρμα καὶ καρπὸν ἀπορήσειεν ἄν τις διὰ τί ποτε οὐκ ἀνὰ λόγον ἡ ἰσχὺς ἑκάστῳ ἐστὶ τῶν σπερμάτων ἀλλ᾽ ἀσθενεστέρα τῶν ἰσχυροτέρων οἷον τὰ τῶν δένδρων τῶν ἐπετείων. ἀμφοτέρως γὰρ φαίνεται τὸ ὁμολογούμενον· καὶ εἰ ἀπὸ τῶν ἀσθενεστέρων ἰσχυρότερα τὰ γινόμενα· τὰ γὰρ σπέρματα γεννᾷ τὰ δένδρα· τῆς δὲ ἀσθενείας καὶ τῆς ἰσχύος ἐκεῖνα σημεῖα· τὰ μὲν γὰρ ἐπέτεια ὅταν σπαρῇ διαμένει τὰ αὐτὰ καὶ ἐξομοιοῖ τοὺς καρποὺς τὰ δὲ τῶν δένδρων μεταβάλλει καὶ χείρω ποιεῖ, καὶ τὰ μὲν ταχεῖαν ἀποδίδωσι τὴν τελείωσιν τὰ δὲ χρόνιον καὶ βραδεῖαν.
καὶ ἀνάπαλιν δὲ λαμβανομένων· ἰσχυρότερα γὰρ ὄντα τὰ δένδρα βραδύτερον ἐκπέττει τοὺς καρπούς. ἔτι δὲ τὰ μὲν ἐν κελύφεσι δερματικοῖς καὶ ξυλώδεσιν· τὰ δ᾽ αὐτὰ πάλιν ἐν περικαρπίοις σαρκώδεσιν οἷον τὸ τῆς ἐλάας καὶ τὸ τῆς κοκκυμηλέας καὶ τὰ τῆς ἀπίου καὶ ἀμπέλου καὶ μηλέας· ἔνια δ᾽ ἐν ξυλώδεσιν ἅμα καὶ σαρκώδεσιν καὶ ὅλως ὅσα κάρυον ἐντὸς ἔχει τῆς σαρκός. τὰ δὲ τοῦ σίτου γυμνὰ καὶ μάλιστα τοῦ πυροῦ καὶ τῆς κριθῆς, εἰ δὲ μὴ χιτῶσί γε περιέχεται λεπτοῖς. ἀεὶ δὲ τὸ ἀσθενέστερον ἡ φύσις εἰς πλείω τίθεται φυλακήν. αἱ μὲν οὖν ἀπορίαι σχεδὸν τοιαῦται.
δεῖ δὲ λαβεῖν πρὸς αὐτὰς ἀρχὴν τήνδε, τὸ σπέρμα μὴ μόνον ἔχειν δύναμιν τοῦ ποιεῖν ἀλλὰ καὶ τοῦ πάσχειν, ὅπερ καὶ κατὰ πάντων τῶν τῆς φύσεως ἀληθὲς, καὶ κατ᾽ αὐτὴν δὲ τὴν γένεσιν ἀμφοῖν εἶναι τὴν ἐνέργειαν καὶ τρόπον τινὰ οὐχ ἧττον τοῦ πάσχειν· τότε γὰρ καὶ ἡ ἐν τοῖς σπέρμασι κινεῖται δύναμις οἷον διαθερμαινομένων. δι᾽ ὃ καὶ οὐ πάντα
βλαστάνει κατὰ τὴν αὐτὴν αἰτίαν ἀλλ᾽ ὅταν ἡ οἰκεία τοῦ ἀέρος κατάσχῃ κράσις. ὑποκειμένου δὲ τούτου φανερὸν ὡς οὐκ ἰσχύος ἀλλ᾽ ἀσθενείας μᾶλλον ἡ ταχυβλαστία· τὸ γὰρ ἀσθενὲς εὐπαθέστερον. δι᾽ ὃ καὶ τὰ εὐπαθέστερα ἐπέτει ταχυβλαστότερα καὶ ἅμα τὸ κοινὸν αὐτοῖς ὥσπερ ἕτερον εἰς τὸ παθεῖν.ὁ δ᾽ αὐτὸς λόγος καὶ περὶ τῆς τελειώσεως τὰ ἀσθενέστερα ῥᾷον ἐκτελεώσασθαι καὶ τῷ περιέχοντι καὶ ταῖς ἐν αὐτοῖς ἀρχαῖς. ὃ καὶ περὶ ζώων ἐστίν· αἰεὶ γὰρ τὰ ἰσχυρότερα χρονιωτέρας ὡς ἐπὶ πᾶν ποιεῖται καὶ τὰς κυήσεις καὶ τὰς τροφάς. ἅμα δ᾽ ὥσπερ ἐὰν τὰ μὲν αὐτοῦ τοῦ χειμῶνος σπέρματος γεννητικὰ σώματα οὐ δὲ μικρὰ ὑπόκειται, τὰ δὲ ἐν ὄγκοις μείζοσιν οἱ καταναλίσκουσι καὶ ἀντισπῶσιν εἰς ἑαυτοὺς τὰς τροφὰς ὥστε τὰ μὲν ὀλιγόκαρπα τὰ δὲ ὅλως ἄκαρπα ποιεῖν ὡς ἐπὶ τῶν ζώων συμβαίνει τῶν ἐκπαχυνομένων καὶ εὐτροφουμένων.
τοῦ μὲν οὖν θᾶττον ἐκτελεοῦν οὐχ ἡ ἰσχὺς ἀλλὰ ταῦτα τὰ αἴτια, δι᾽ ὃ καὶ πολυγονώτερα. καίτοι τάχ᾽ ἄν τις ἀντείποι περὶ τοῦ πλήθους φάσκων πλείω τὰ ἀπὸ τῶν δένδρων εἶναι. πολλὰ γὰρ ἕκαστον ἔχειν τῶν περικαρπίων τὸ δὲ δένδρον ἀφ᾽ ἑνὸς γεγενῆσθαι σπέρματος. ἀλλὰ ταῦτα μὲν ἐλαφρότερα καὶ οἷον ἀπηρτημένα ἂν φανείη. τὸ δὲ μὴ δύνασθαι τηρεῖν τὰ γένη μηδ᾽ ἐξομοιοῦν ἐν ἀμφοῖν ἂν ἔχοι τὸ αἴτιον, καὶ τῷ πλείω χρόνον τὰ κατὰ γῆς μᾶλλον κατακρατεῖσθαι καὶ τῷ τοὺς σωματικοὺς ὄγκους ἀντισπᾷν.
ὃ γοῦν καὶ τῆς ἀκαρπίας αἴτιον καὶ τῆς κακοκαρπίας εὐλόγως, φανερὸν δὲ μάλιστα ἐκ τῶν ἀμυγδαλῶν εἴπερ ἀφαιρουμένης τῆς ὑγρότητος καὶ τῆς εὐτροφίας μεταβάλλουσι. τὰ δ᾽ ἐπέτεια βραχύν τινα χρόνον ἐν τῇ γῇ γίνεται καὶ ὀλίγην ἕλκει τροφὴν δι᾽ ὃ καὶ οὐκ ἐξίσταται μιᾷ σπορᾷ τῶν γενῶν, ἀλλ᾽ εἰ τῇ τρίτῃ, τότε γὰρ ποιεῖται τὴν μεταβολήν· ὥστ᾽ ὅπερ ἐκείνοις διὰ τὸ πλῆθος
τῆς τροφῆς εὐθὺς τοῦτο τοῖς σπέρμασι χρονισθεῖσι κατὰ λόγον· πλὴν ὅτι τὰ μὲν εἰς τὸ χεῖρον ἀεὶ μεταβάλλει τὰ δὲ καὶ ἐπὶ τὸ βέλτιον ἐὰν ἡ χώρα τοιάδε καὶ ὁ ἀήρ· ἀλλὰ δὴ τοῦτο μὲν ἕτερον.εἰς ἄλλο δ᾽ ἐξίσταται γένος μάλιστα τῶν σπερμάτων τὰ ἰσχυρότερα καθάπερ ὁ πυρὸς καὶ ἡ κριθή· μόνα γὰρ ἐξαιροῦνται· μᾶλλον δ᾽ ὁ πυρὸς ἰσχυρότερον ὄν. ὥστε καὶ τοῦτο ὁμολογούμενον τῷ πλείω τροφὴν ἕλκειν. ὁ γὰρ θέρμος ὥσπερ ἄπεπτόν τι τὸ ὅλον.
Τὰ μὲν οὖν κατὰ τὴν βλάστησιν ἐν τούτοις ἂν εἴη. πρὸς δὲ τὴν ἔξω διαμονὴν φυλαττομένων ἄλλοις μὲν ἄλλως συμβαίνει κατὰ τοὺς χρόνους. οὐ μὴν ἀλλ᾽ οὐδ᾽ ἄλογον ἔνια προτερεῖν τῶν δενδρικῶν εἰς τὴν φθορὰν οἷον ὅσα ἐν περικαρπίοις ἐστὶ σαρκώδεσιν οἷον ὅταν χωρισθῇ καὶ σαπῇ· γυμνούμενα γὰρ ἀναξηραίνεται καὶ θνήσκει· τὰ δὲ ἐν δερματικοῖς καὶ μὴ χωριζόμενα· καὶ γὰρ ὑγρότερα καὶ παρεισδέχεται τὸν ἀέρα. μάλιστα δὲ διαμένει τὰ ἐν ξυλώδεσι καὶ τούτων ὅσα πυκνόν τε τὸ κέλυφος ἔχει καὶ αὐτὰ λιπαρὰ καθάπερ τὰ κάρυα τὰ ἡρακλεωτικὰ, πλὴν ἐκπικροῦται· τὰ δ᾽ ἀμύγδαλα ἐλάττω χρόνον· ἐλάχιστον δὲ τὰ βασιλικὰ μένει, μανότατον γὰρ τὸ πέριξ καὶ ἥκιστα συμφυές. διαμένει δὲ καὶ τὸ τῆς ἐλάας καὶ εἴ τι ἄλλο τοιοῦτον· τῶν δ᾽ ἐν σαρκώδεσι περικαρπίοις χρονιώτατον τὸ τοῦ φοίνικος ἅτε ξηρότατον ὂν καὶ πυκνόν.