On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ὃ καὶ ἐπὶ τῶν πυρῶν συμβαίνει κατὰ τοὺς σκώληκας· γίνονται γὰρ ἐν ταῖς ῥίζαις ὅταν νότια πλείω μετὰ τοὺς σπόρους ἐπιγένηται· τότε γὰρ ἀνυγραινομένης τῆς ῥίζης καὶ τοῦ ἀέρος ὄντος θερμοῦ ζωοποιεῖ πως ἡ θερμότης συσσήπουσα τὴν ῥίζαν, ὁ δὲ γενόμενος εὐθὺς κατεσθίει. πέφυκε γὰρ ἐκ τῶν αὐτῶν ἑκάστοις ἡ γένεσις καὶ ἡ τροφή. ἕτερος δ᾽ ὅταν ἀποχυθῆναι διὰ τὸν αὐχμὸν μὴ δύνηται
τὸ ἐγκατακλειόμενον ὑγρὸν ὑπὸ τοῦ θερμοῦ σήψεως γινομένης ἐζωοποίησεν, εἶθ᾽ ὁμοίως ἡ τροφὴ διὰ τοῦ αὐτοῦ.ταὐτὸ δ᾽ ἔοικε τοῦτο καὶ ἐπὶ τῶν μηλέων καὶ ὅλως ἐπὶ τῶν δένδρων συμβαίνειν ὅσα σκωληκοῦται διψήσαντα· διὰ γὰρ τὸ ὀλίγον εἶναι τὸ ὑγρὸν καὶ μένειν ἐν τῷ δένδρῳ θερμαινόμενον σῆψιν ἐποίησεν ἐξ ὧν ὁ σκώληξ. σημεῖον δὲ ὅταν ἄφθονος ἡ τροφὴ γίνηται· τότε γὰρ καὶ ἡ ἐπιρροὴ πρὸς τὰ ἄνω διαδίδοται καὶ πλείων οὖσα κατακρατεῖ καὶ οὐ σήπεται. παραπλήσιον δὲ τὸ συμβαῖνόν ἐστι καὶ τῇ ἀμπέλῳ· καὶ γὰρ ἐν ταύτῃ τοῖς νοτίοις οἱ ἶπες γίνονται μᾶλλον ἅτε διυγραινομένης καὶ τοῦ ἀέρος γονεύοντος· εἶτ᾽ εὐθὺς ἐξεσθίουσι τὸ ὁμογενές.
ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἐλαῶν αἱ κάμπαι καὶ ἐφ᾽ ὧν ἄλλα ἐγγίνεται ζῶα περὶ τὴν βλάστησιν ἢ τὴν ἄνθησιν ἢ καὶ ὕστερον· πάντα γὰρ ἐκ παραπλησίας αἰτίας ἐστὶ συνιστάμενα. τῇ δ᾽ ἀμπέλῳ μάλιστα τοῦτο συμβαίνει δι᾽ ὅτι φύσει ὑγρόν ἐστι καὶ ἡ ὑγρότης αὐτῆς ἄχυλος καὶ ὑδατώδης· εὐπαθεστάτη γὰρ ἡ τοιαύτη. ἐνιαχοῦ δὲ οὐ γίνονται τὸ ὅλον ἶπες ὅταν εὔπνους τε καὶ μὴ ἔνυγρος μηδ᾽ εὔτροφος ὁ τόπος ὑπάρχῃ. καὶ περὶ μὲν νοσημάτων ἐν τοῖς ὕστερον ἐπὶ πλέον ῥητέον.
Σπείρειν δὲ κελεύουσιν οἱ μὲν πρὸ πλειάδος· ξηρὰν γὰρ ἄνικμόν τε οὖσαν διαφυλάττειν τὸ σπέρμα τὴν γῆν. οἱ δ᾽ ἅμα πλειάσι δυομέναις ὥσπερ καὶ Κλείδημος· ἐπιγίνεσθαι γὰρ ὕδατα τὰ πολλὰ τῇ ἑβδόμῃ μετὰ τὴν δύσιν. ἄριστον δὲ ἴσως καὶ ἀσφαλέ- στατον εἰς ὀργῶσαν τὴν γῆν ἐμβληθῆναι εὐλαβούμενον ὅπως μήτ᾽ ἐμβληθῇ πηλῷ μήθ᾽ εἰς ἡμιβρεχῆ καὶ ἡμίειλον ἣν δὴ καλοῦσί τινες ἀμφίεργον. ἡ μὲν γὰρ ὑγρὰ καὶ πηλώδης διαχεῖ καὶ ἐκγαλακτοῖ καὶ ἐὰν ξηρανθῇ συναλείφει καὶ οὐ διαδίδωσιν, ἡ δὲ ἡμιβρεχὴς κατασήπει· τοσοῦτον γὰρ ἔχει τὸ θερμὸν καὶ τὸ ὑγρὸν ὥστε κινῆσαι
μὲν μὴ ἐκβιάσασθαι δὲ μηδ᾽ ἐκβλαστεῖν.καὶ χείριστος οὗτος τῶν σπόρων. ὁ γὰρ ἐν ξηρᾷ σπόρος γινόμενος καθʹ ὥραν ἔτους οὐκ ἀπόλλυσι τὸ σπέρμα· τοὺς δὲ περὶ τροπὰς σπόρους Κλείδημός φησιν ἐπισφαλεῖς εἶναι· διερὰν γὰρ οὖσαν καὶ βαρεῖαν τὴν γῆν ἀτμιδώδη γίνεσθαι καὶ ἐοικέναι ἐρίοις κακῶς ἐξαμμένοις· ἔτι δ᾽ οὐ δύνασθαι τὰς ἀτμίδας ἕλκειν οὐδὲ διαπέμπειν ἅτε θερμὸν οὐκ ἔχουσαν ἱκανὸν καὶ ἐπαλείφειν ἔλαττον. ἀλλὰ τὰ ὄψια δεῖ σπείρειν ὑπὸ τροπάς.
συμφέρει δὲ σπειρομένοις καὶ σπαρεῖσιν εὐδίας ἐπιγίνεσθαι πλείους ἡμέρας ὅπως διαβλαστῶσι, μετὰ δὲ ταῦτα ψύχη βόρεια καὶ μέτρια λεπτὰ χειμῶνος ἰσχυρῶς ἐρριζωμένων ἤδη καὶ ταρρουμένων· ἀνθέξουσι γὰρ μᾶλλον· ἐπεὶ πιλούμενά γε βελτίω καὶ ἐγκαρπότερα. τῆς γὰρ ῥίζας ἰσχυούσης ἥ τε τροφὴ πλείων καὶ ἡ αὔξησις μετὰ ταῦτα θᾶττον· τὰ γὰρ εὐθὺς ἀνατρέχοντα λεπτὰ καὶ ἀσθενῆ γίνεται καὶ ἅμα πρὸ τῆς ὥρας κυϊσκόμενα καὶ ἀποχεόμενα φθείρεται. τὸ γὰρ ὅλον ἡ πάρωρος εὐτροφία σφαλερὰ δι᾽ ὃ καὶ ἐπιτέμνουσιν οἱ δὲ κείρουσιν.
ἀγαθὸν δὲ καὶ ἡ χιὼν ὅτι ἀναζυμοῖ καὶ μανοῖ τὴν γῆν καὶ τροφήν τε παρέχει καὶ ἐγκατακλείουσα τὸ θερμὸν αὔξει τε καὶ ἰσχύειν ποιεῖ τὴν ῥίζαν. ᾗ καὶ τὸ ἀπορούμενον οὐκ ἀφανὲς διὰ τί αἱ ψυχειναὶ χῶραι καὶ αἱ θερμαὶ σιτοφόροι καθάπερ ἡ Θρᾴκη καὶ ὁ Πόντος καὶ ἡ Λιβύη καὶ ἡ Αἴγυπτος. πρὸς γὰρ τοῖς ἄλλοις ποιεῖ τι ὁ χειμὼν καὶ τὰ καύματα καθάπερ ἐν ταῖς ἐργασίαις ἐλέχθη τῆς γῆς. οὐδὲν δὲ ἔλαττον ἀλλὰ πάντων μέγιστον ὁ περιέχων ἀὴρ πρὸς εὐκαιρίας ὑδάτων καὶ βίας χειμώνων καὶ πνευμάτων. ὁποῖα γὰρ ἂν ᾖ ταῦτα καὶ τὰ σπέρματα οὕτως ἐκτελεῖται ὃ καὶ ἡ παροιμία καλῶς
ἔτος φέρει οὔτι ἄρουρα.