On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ὁμοίως δὲ ὅσων οἱ φλοιοὶ περιαιροῦνται καθάπερ ἀμπέλου κέδρου φιλύρας καὶ ὅλως τῶν φλοιορραγῶν. αὐτὴ γὰρ ἡ φύσις ἐνταῦθα ἔοικεν ἐπιδεικνύναι τὸ συμφέρον ἀφισταμένη καὶ ἀλλότριον ποιοῦσα· τὸ δ᾽ ἀλλότριον ἅπαν βλαβερὸν ὥσπερ καὶ τὸ αὖον. καὶ ἐπὶ τῶν ἄλλων δὲ τὸν αὐτὸν τρόπον ὅπου τις ἰδιότης οἰκεία πρὸς τὴν φύσιν. καὶ περὶ μὲν δένδρων ἐκ τούτων θεωρητέον.
Ἔχει δὲ ὁμοίως καὶ ἐπὶ τῶν στεφανωματικῶν καὶ ὅλως τῶν φρυγανικῶν σχεδὸν δὲ καὶ τῶν λαχανηρῶν. τὰ μὲν γάρ ἐστι κοινὰ πᾶσιν οἷον ὕδρευσις κόπρισις ἡ τοῦ ἐδάφους ἐργασία τὰ δὲ ἴδια καθ᾽ ἕκαστον γένος οἷον ἡ διακάθαρσις· τοῖς φρυγανικοῖς ὁμοίως ἐν στεφανώμασι καὶ λαχάνοις καὶ γὰρ ὁ ἕρπυλλος αὐαίνεται μὴ διακαθαιρόμενος καὶ τὸ σισύμβριον καὶ τἆλλα. τὰς δὲ δὴ ῥοδωνίας οὐ κατακόπτουσι μόνον ἀλλὰ καὶ ἐπικάουσιν· ἀνανθεῖς γὰρ γίνονται καὶ ἐκλοχμοῦνται μὴ τοῦτο πάσχουσαι δι᾽ εὐτροφίαν.
καὶ ὁ ῥάφανος δὲ καὶ τὸ πήγανον ἀποσκληρύνονται καὶ ἀποξηραίνονται. κολουσθέντα δὲ καὶ παλιμβλαστῆ γενόμενα μείζω καὶ καλλίω καὶ εὐχυλότερα· δεῖ γὰρ καὶ τῶν χυλῶν καὶ τῶν ὀσμῶν ἀφαιρεῖσθαι τὸ ἄγαν δριμὺ, τῇ γὰρ μεσότητι τὸ ἡδὺ καὶ τὸ σύμμετρον. ἐν δὲ τοῖς ἄλλοις
ἀφαίρεσις μὲν οὐκ ἔστι πλὴν ὅσα κειρόμενα καλλίω καθάπερ τὸ πράσον ἢ εἴ τι τῶν πολυβλαστῶν.ἡ δὲ τῶν παραφυομένων ἐξαίρεσις καὶ ἡ αὐτῶν τῶν ὁμογενῶν ὅταν ᾖ πυκνὰ καθαπερεὶ διακάθαρσις γίνεται τροφὴν πλείω ποιοῦσα καὶ αὔξησιν τοῖς λοιποῖς. ἔχει δὲ καὶ ἰδιότητας ἔνια καθάπερ ἐπὶ τοῦ πηγάνου πρότερον ἐλέχθη καὶ ἐπ᾽ ἄλλων ἐστίν. ἀλλὰ ταῦτα μὲν ἐλάττω καὶ σχεδὸν φανερά.
Λοιπὰ δὲ καὶ ὥσπερ ἀντικείμενα τοῖς περὶ τὰ δένδρα τὰ περὶ τὴν ψιλὴν γεωργίαν ἐστίν· ἐνταῦθα δὲ ἥ τε τῆς γῆς κατεργασία καὶ ἡ τῶν σπόρων ὥρα καὶ μετὰ ταῦτα σπαρέντων κατεργασία, πρότερον δ᾽ ἔτι τούτων ἢ καὶ ἅμα τὴν οἰκείαν ἑκάστῳ σπέρματι ἰδεῖν ὥσπερ καὶ ἐπὶ τῶν δένδρων. ἔστι δὲ καὶ κατὰ τὰς ἐργασίας τὸ οἰκεῖον, οἱονεὶ τὴν μὲν θέρους τὴν δὲ χειμῶνος νεᾷν ἢ σκάπτειν ἤ τι τοιοῦτον ἕτερον, ἅπερ ἐπιχειροῦσί τινες διαιρεῖν.
δεῖ γὰρ ὥς φασι τὴν μὲν ἔπομβρον καὶ στερεὰν καὶ βαρεῖαν καὶ τὴν πίειραν θέρους ἐργάζεσθαι καὶ τοῖς ἀρότροις καὶ τῇ σκαπάνῃ, τὴν δὲ ξηρὰν καὶ μανὴν καὶ τὴν λεπτὴν καὶ κούφην τοῦ χειμῶνος. δύναται γὰρ ἡ μὲν ξηραίνειν καὶ λεπτύνειν ἡ δὲ χειμερινὴ παχύνειν καὶ ὑγραίνειν. ἑκατέρα δὲ τούτων δεῖται πρὸς τὸ ἐνδεὲς τῆς φύσεως. καὶ κοπρίζειν πλεῖον μὲν τὴν λυπρὰν ἔλαττον δὲ τὴν ἀγαθὴν καὶ διὰ τὴν ἀρετὴν τῆς γῆς καὶ διὰ τὸ ἐκ τῆς κόπρου πλείω λαμβάνειν τροφὴν ἢ ὥστε πέττειν.