On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
Ἐπεὶ δ᾽ ὅμοιον τῷ τοιούτῳ καὶ ὥσπερ δεύτερον ἡ βλαστολογία δεῖ καὶ ταύτην εὐθὺς ποιεῖσθαι καὶ βλαστολογεῖν ὅταν διαφαίνωσι τὸν καρπόν. μετὰ δὲ ταῦτα εὐθὺς τὸ δεύτερον σκάπτειν ὅπως ὅ τε καρπὸς καὶ ὁ βλαστὸς νέος ὢν καὶ ἐν ὁρμῇ τοῦ βλαστάνειν ὡραίαν λάβῃ τὴν σκαπάνην, ἔπειτα πάλιν βλαστολογεῖν πρὸ τοῦ ἀνθεῖν. συμβαίνει γὰρ ἐν τούτῳ τὸ βοστρύχιον αὔξεσθαι διὰ τὸ μήπω συνεστᾶναι τὰς ῥάγας, ὅταν δὲ ἀπανθήσῃ τὸ μὲν συνέστηκεν αἱ δὲ συνίστανται καὶ αὔξονται.
τὸ δ᾽ ὅλον ἀκμαῖα μάλιστ᾽ ἀποδίδοσθαι ζητεῖ τῶν ἔργων ἥ τε βλαστολογία καὶ ὁ σκαφητὸς ὁ μέσος· τῇ γὰρ ἀμπέλῳ τότε συμβαίνει πρὸς αὔξησιν ὁρμᾷν τῶν τε παρόντων καρπῶν καὶ τῶν βλαστῶν ἐν οἷς ἄρχεται γονεύειν τὸν εἰς νέωτα καρπόν. ἐὰν οὖν ὁ καιρὸς μὴ παρεθῇ καλῶς γονεύσει· βλαστάνει δὲ μέχρι τοῦ κυνὸς ἐπιτολῆς, ὅταν δὲ ἐπιτείλῃ παύεται τὰ μέλλοντα καλῶς ἐγκύμονα γίνεσθαι. θερμαίνοντος γὰρ τοῦ ἡλίου τὸ προηγούμενον τῶν βλαστῶν ἁπαλὸν ἀποσκληρύνεται καὶ παύεται· πεπαυμένης δὲ τῆς αὐξήσεως φύσιν ἔχει τὸ συνίστασθαι τὴν ὑγρότητα τοῦ βλαστοῦ καὶ ἐκ ταύτης φύεσθαι τὸν καρπόν. ὅσα δ᾽ ἐν παλινσκίοις ἢ ἐφύδροις ἐστὶ κρατεῖ τοῦ ἡλίου καὶ πλείω χρόνον αὔξεται.
καιρὸν δέ τινα ζητεῖ καὶ ἡ διαστολὴ καὶ ἡ κόλουσις, οὐ μὴν ἄσημόν γ᾽ ὁμοίως οὐδὲ χαλεπὸν καταμαθεῖν. τὴν δ᾽ ὑποκόνισιν τὸ μὲν ἐν τοῖς πρώτοις καιροῖς ὅταν ἄρχωνται περκάζειν οἱ βότρυες μὴ ἐᾷν ἄχρι οὗ πεπανθῶσιν ὀρθῶς ἔχει· κωλύουσι γὰρ τὴν ὁρμὴν τῆς πέψεως ἀντισπῶντες ἑτέρᾳ κινήσει· δι᾽ ὃ οὐδὲ τὴν πόαν οἴονται δεῖν ἐκτίλλειν. ὡς δ᾽ ὅλως ἀχρεῖον καὶ βλάπτον οὐκ ὀρθῶς· ἥτε γὰρ χρεία μαρτυρεῖ καὶ τὸ ἐφ᾽ ἑτέρων γινόμενον· οἱ γὰρ σίκυοι
δοκοῦσι τρέφεσθαι τούτῳ καὶ ἁπαλώτεροι γίνεσθαι κατακρυπτόμενοι τῷ κονιορτῷ δι᾽ ὃ καὶ Μεγαρεῖς κρύπτουσι.θαυμάζεται δ᾽ εἰ ξηρὸς ὢν τρέφει· τὸ δ᾽ αἴτιον ἴσως ἐκ πλειόνων ἂν εἴη καὶ τῷ κινουμένης τῆς γῆς ἀναδίδοσθαι τροφὴν ἐνίκμου τινὸς ἀέρος ὥσπερ ἐπὶ τῶν ἀτμωδῶν ἐλέχθη καὶ τῷ προβολὴν ἅμα πρὸς τὸν ἥλιον εἶναι· καὶ ἔτι καταξηραινόμενος ἁπαλῇ ξηρότητι καὶ μαλακῇ μᾶλλον ἐπισπᾶται τὴν τροφὴν ἐκτοῦ ἀέρος· πάντα γὰρ ταῦτα συνεργεῖ καὶ πρὸς εὐτροφίαν καὶ πέψιν. ἡ δὲ τῶν σικύων κατάκρυψις οὐκ ἄλογος· ἀναξηραίνων γὰρ ὁ ἥλιος σκληρύνει δι᾽ ὃ καὶ ὑπὸ τὰ φύλλα κρύπτουσιν ὥστε ἐπιβολὴν ἔχοντες καὶ βρεχόμενοι ἀμφοτέρως εὐτραφεῖς γίνονται καὶ ἁπαλοί. καὶ περὶ μὲν ἀμπέλων ἱκανῶς εἰρήσθω.
Πάντων δὲ ἰδιώτατον εἶναι δοκεῖ τῶν κατὰ τὰς θεραπείας οἱ ἅλες οἱ τοῖς φοίνιξι παραβαλλόμενοι, καὶ γὰρ πρὸς εὐβλαστίαν καὶ πρὸς εὐκαρπίαν χρήσιμοι· ἐπεὶ ὅσα γε πρὸς ἰατρείαν τινὰ τῶν τοιούτων ἢ φυλακὴν οὐδὲν ἄτοπον οἷον ἡ τέφρα ταῖς τε συκαῖς καὶ τῷ πηγάνῳ ξηρὰ γὰρ πρὸς τὸ μὴ σκωληκοῦσθαι μηδὲ σήπεσθαι τὰς ῥίζας· βοηθεῖ γὰρ καταξηραίνουσα.
περὶ δὲ τῶν ἁλῶν ἢ τῆς ἅλμης ἣν παρέχουσιν, οἱ μὲν γὰρ οὕτως ποιοῦσιν οἱ δ᾽ ἐκείνως, ἁπλῆ μέν τις αἰτία δι᾽ ὅτι φιλεῖ χωρία ἁλμυρώδη. σημεῖον δ᾽ ὅτι παρ᾽ οἷς πλῆθος φοινίκων ἐν τούτοις ἅλς ἐστιν, οἷον Λιβύῃ Συρίᾳ ταῖς ἄλλαις ὥστε καθάπερ οἰκείαν τινὰ βοήθειαν βοηθοῦσι διὰ τῶν ἁλῶν. ὅτι μὲν γὰρ ὁ φοῖνιξ χαίρει τῷ ἁλμώδει κοινή τις ἂν αἰτία λέγοιτο περὶ πάντων ὅσα ζητεῖ τόπους διαφόρους ἀπὸ τῶν πρώτων καὶ μεγίστων ἀρχομένοις οἷον ἐνύδρων χερσαίων καὶ ὅσαι δὴ καθ᾽ ἑκάτερα τούτων διαφοραί.
δῆλον γὰρ ὡς τῇ κράσει πως σύμμετροί τε καὶ οἰκεῖοι καθ᾽ ἕκαστα τυγχάνουσιν ὥσπερ
ἐπὶ τῶν ζώων· ὁ γὰρ αὐτὸς λόγος καὶ περὶ τούτων καὶ ἡ αὐτὴ ζήτησις. οὐ μὴν ἀλλ᾽ εἴ γέ τι καὶ περὶ τούτου ἴδιον χρὴ εἰπεῖν ἐν ἀμφοῖν τὴν αἰτίαν ζητητέον ἔν τε τῷ τὴν γῆν ποιάν τινα ποιεῖν καὶ ἐν τῷ τὰς ῥίζας ἅπερ ἄμφω συμβαίνει διὰ τῶν ἁλῶν· τὴν μὲν γὰρ ποιοῦσι κούφην καὶ χαύνην τὰς δὲ ῥίζας εὐτραφεστέρας καὶ παχυτέρας ἑλκτικωτέρας ποιοῦντες τῷ πόρους τινὰς ἀνοίγειν καὶ ἔτι τῷ καταψύχειν, ὅπερ ἡ κόπρος οὐ ποιεῖ διὰ τὸ ἔμπυρον.ὁ δὲ φοῖνιξ τὸν μὲν ἀέρα τὸν περιέχοντα ζητεῖ θερμὸν, οὕτω γὰρ ἡ πέπανσις τοῦ καρποῦ, τὰς δὲ ῥίζας καταψύχεσθαι διὰ τὴν ξηρότητα, τοῦτο δὲ ποιοῦσιν οἱ ἅλες. ὅθεν καὶ τοῖς μὲν χρῶνται Βαβυλώνιοι τῇ κόπρῳ δὲ οὐ χρῶνται. τοῦ δὲ μόνῳ τούτῳ συμφέρειν τὴν ἰδιότητα τῆς φύσεως αἰτιατέον· ὥσπερ γὰρ τὸ ξύλον καὶ αἱ ῥίζαι διάφοροι τῶν ἄλλων δι᾽ ὅπερ ἀναδηχθεῖσαι μᾶλλον ἐπισπῶνται τὴν τροφὴν καὶ αὐταὶ αὔξονται καὶ τὸ ὅλον δένδρον αὔξουσι.
ποιεῖ δὲ καὶ ὡς ἡ γεωργία τὰς ῥίζας πάντων ἑλκτικωτέρας· οὕτω γὰρ καὶ ἐζημεροῦνται τῶν ἀγρίων ἔνια· καὶ ἡ κόπρος δ᾽ ἡ ἰσχυροτάτη τὸ αὐτὸ τοῦτο δρᾷ, καθάπερ ἡ σκυτοδεψικὴ τὰς τῶν μυρρίνων καὶ οὖρον παραχεόμενον· ἄμφω γὰρ διαδύνεται μᾶλλον· αἱ δὲ ῥίζαι δέονται τῆς ἀναδήξεως καί τινων ἄλλων τοιούτων καὶ τῶν ῥοιῶν· καὶ γὰρ ταύταις παρέχουσιν καὶ τὴν σκυτοδεψικὴν παραβάλλουσι πλὴν οὐχ ὁμοίως καὶ τῆς μυρρίνης ἀλλ᾽ ἧττον·