On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

εἰ δ᾽ ὅλως αἱ μείζους ἔχουσαι τὰς μήτρας εὐκαρπότεραι καὶ πολυκαρπότεραι τυγχάνουσιν οὐδὲν ἂν διαφέροι πρὸς τὰ νῦν. κοινοτάτην μὲν δὴ ταύτην εἶναι πάσαις. ὅσαι δὲ κλήματα μὲν πολλὰ φύουσι καρπὸν δ᾽ ὀλίγον τούτων τὰ μὲν ἐξ ἄκρας τὰ πρῶτα ὡς μακρότατα λείπειν τὰ δὲ πρὸς αὐτὸ τὸ στέλεχος βραχέα, ὅπως ἀπὸ μὲν τῆς βραχείας τομῆς ἡ ἄμπελος αὔξηται ἀπὸ δὲ τῶν ἐξ ἄκρου κλημάτων ὁ καρπὸς ἀπὸ μεγάλης τῆς μήτρας πολὺς ᾖ.

ὅταν δὲ βλαστάνῃ περιαιρεῖν τὰ ἄλλα πάντα πλὴν ὅσα καρπὸν ἔχει, τούτων δ’ ἐπικνίζειν τὰς κορυφὰς ἐν αὐταῖς ταῖς οἰνάνθαις ἵνα μήθ᾽ ἡ ἄμπελος εἰς τοῦτο τὸ κλῆμα ἀφίῃ τὴν αὔξησιν ὅπερ ἀποτέμνεται ἥ τε περιοῦσα τροφὴ σνειληθεῖσα ἐπὶ ταῖς οἰνάνθαις αὔξῃ τὸν βότρυν. ἀεὶ γὰρ δεῖ τοῦτο ζητεῖν ἐκ τῆς τομῆς ὅπως ἥ τε ἄμπελος ἰσχύσει καὶ ὁ καρπὸς ἔσται πολύς. αὕτη μὲν δὴ καθόλου τίς ἐστι κοινὴ πάσαις.

Ὥραν δὲ τῆς ἀμπελουργίας οἱ μὲν ταῖς χώραις μόνον διαιροῦσιν οἱ δὲ καὶ τῶν γενῶν ἐφάπτονκελεύουσι ται. δὲ τὰς μὲν ἐν τῇ ξηρᾷ καὶ θερμῇ πρωΐας ἀμπελουργεῖν ὅταν τάχιστα παύσωνται φυλλοβολοῦσαι, τὰς δ᾽ ἐν τῇ ψυχρᾷ καὶ ἐπόμβρῳ μικρὸν πρὸ τῆς βλαστήσεως. αἱ μὲν γὰρ ἐν τῇ ξηρᾷ διασώζουσαι τὸ ὑγρὸν αὐταί τε βελτίους γίγνονται καὶ ὁ καρπὸς ἡδυοινότερος, αἱ δὲ ἐν τῇ ψυχρᾷ μεθεῖσαι τὸ ὕδωρ αὐταὶ μὲν οὐδὲν χείρους ὁ δὲ καρπὸς ἀσηπτότερος καὶ ἡδυοινότερος. τὰς δ᾽ ἐν τῇ μέσῃ καὶ εὐκράτῳ κατὰ τὸ μέσον τῶν ὡρῶν.