On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

τῇ δὲ ἐπόμβρῳ προσφορώτατον τὸ γένος ἅτε πολλῆς τροφῆς δεόμενον καὶ μεγάλης ἀφαιρέσεως γινομένης, ὁ ἥλιος ἐξάγει γὰρ, τοσούτῳ μᾶλλον ἐπιδίδωσι καὶ εἰς μέγεθος καὶ εἰς εὐκαρπίαν ἄφθονον μὲν τροφὴν ἔχουσα ταύτης τε κατακρατοῦσα καὶ πέττουσα ῥᾳδίως. διὰ τοῦτο γὰρ καὶ ἡ λειμωνία δοκεῖ ταῖς ἀμπέλοις εἶναι καὶ κρατίστη δι᾽ ὅτι πρὸς τῷ κούφη καὶ μὴ πίειρα εἶναι καὶ ἔφυδρός ἐστιν ὥστε μὴ δύνασθαι τὸ οὐράνιον ὕδωρ διϊκνεῖσθαι πρὸς τὸ ἐκ τῆς γῆς,

ἡ δὲ ἄμπελος ὕδατος πλείστου δεῖται διὰ τὸ καὶ ἐν τῷ καρπῷ πλεῖστον ἔχειν τὸ ὑγρόν· ἔτι δὲ μάλιστ᾽ ἀντέχειν δύναται ἐν ταῖς ἐπομβρίαις. ἐὰν δὲ ἡ χώρα μήτε αὐχμηρὰ μήτε ἔπομβρος ἀλλὰ μέση τυγχάνῃ τὰ ἀνὰ μέσον φυτεύειν ὅσα μήτε πυκνὰ μήτε μανά. γένη μὲν οὖν πρὸς ἑκάστην ταῦτα οἰκεῖα διαιρεῖται.

περὶ δὲ τῶν σπερμάτων ἐπείπερ ἰσχυρότατα δεῖ διὰ τοῦτό τινες κελεύουσιν ὡς ἐκ ψυχροτάτης χώρας λαμβάνειν· πυκνότατα γὰρ ὄντα μᾶλλον ἀντέχειν ὥστε καὶ ἐν ταῖς λεπταῖς ἀντιλαμβάνεσθαι καὶ ἐν ταῖς ἐπομβρίαις μὴ ἐκσήπεσθαι. διὰ τοῦτο γὰρ καὶ τὰ μοσχεύματα δεῖν ἐς τὰς ἐπομβρίους μᾶλλον ἐμβάλλειν ἢ τὰ φυτεύματα πάντων τῶν δένδρων ὅτι τὰς ῥίζας τὰς καθιεμένας τῶν φυτευμάτων ἀσθενεῖς οὔσας ἐκσήπει τὰ δὲ τῶν μεμοσχευμένων ἰσχυρότερα καὶ εὐθὺς ἀντιλαμβάνεται.

τὰ δὲ πάχη τῶν φυτῶν εἰς μὲν τὴν ἔπομβρον οἰκεῖα· δεῖ γὰρ ὅτι μάλιστα ἰσχυρὰ καθάπερ λέγο

μεν· εἰς δὲ τὴν αὐχμηρὰν μήτε παχέα μήτε ἄγαν λεπτά· τὰ μὲν γὰρ οὐκ ἂν δύναιντο σῆψαι τὰ δὲ ἀσθενῆ κίνδυνος μὴ πρὸ τῆς βλαστήσεως ἀποξηρανθῇ. παραλλάττουσι δὲ καὶ οἱ χρόνοι τῆς φυτείας καθ᾽ ἑκάτερον· τὴν μὲν γὰρ ἔπομβρον καὶ ψυχρὰν ὀλίγον πρὸ ἰσημερίας δεῖ, τότε γὰρ ξηροτάτη καὶ θερμοτάτη· τὴν δ᾽ αὐχμηρὰν καὶ θερμὴν μεθ᾽ ἡλίου τροπάς· ὅσῳ γὰρ ἂν μᾶλλον βρέχηται τοσούτῳ βελτίων ἡ βλάστησις· τὴν δ᾽ ἄλλην ἅπασαν τεκμαιρόμενον πρὸς τοῦτο τὸν χρόνον.

Χρὴ δὲ καὶ τὴν ἐργασίαν ποιεῖσθαι πρὸς τὴν χώραν εὐθὺς ἀπ᾽ αὐτῶν τῶν γύρων ἀρξαμένους· οἷον ἐν τῇ ἐπόμβρῳ μήτε μεγάλους ὀρύττοντας μήτε βαθεῖς ὅπως μὴ πολὺ συνιστάμενον ἐκσήπῃ τὸ ὕδωρ· διὰ τοῦτο γὰρ ἐὰν σφόδρα κάτομβρος ᾖ τοῖς παττάλοις τοῖς σιδηροῖς φυτεύουσι. μηδὲ δὴ συσκάπτειν αὐτοετεὶ μηδὲ τῷ ὕστερον ὅπως μάλισθ᾽ ὁ ἥλιος ξηραίνῃ τὴν κατὰ τὸ φυτὸν γῆν· ἐὰν δὲ αὐχμηρὰ καὶ ξηρὰ δῆλον ὡς ἐναντίως. οὐ γὰρ γύρους ἀλλὰ πᾶσαν εἰ δύνατον ὀρυκτέον ἵν᾽ ὡς μάλιστα συνεργασθεῖσα δέχηται τὸ ὕδωρ. εἰ δὲ μὴ τάφρους ὡς βαθυτάτας καὶ μεγίστας ποιοῦντα συσκάπτειν ὅτι μάλιστα πρὸς αὐτὸ τὸ φυτὸν ὅπως ἥκιστα διαθερμαίνηται τοῦ θέρους.