On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ἡ περὶ τῶν φυτῶν θεωρία διττὰς ἔχει τὰς σκέψεις καὶ ἐν δυσὶ, μίαν μὲν τὴν ἐν τοῖς αὐτομάτοις γινομένην ἥπερ ἀρχὴ τῆς φύσεως, ἑτέραν δὲ τῶν ἐκ τῆς ἐπινοίας καὶ παρασκευῆς ἣν δή φαμεν συνεργεῖν τῇ φύσει πρὸς τὸ τέλος. ἐπεὶ δὲ περὶ τῆς πρότερον εἴρηται λεκτέον ὁμοίως καὶ περὶ ταύτης ὑπὲρ αὐτοῦ τούτου πρώτου εἰπόντας ὅτι καὶ τῶν δένδρων ἔνια καὶ τῶν ἐλαττόνων ὑλημάτων οὐ δέχεται γεωργίαν. τοῦτο γὰρ ἂν εἴη τῶν μὲν οἷον πέρας τῶν δὲ ἀρχὴ μεταβαίνουσιν ἐκ τῶν αὐτοφυῶν εἰς τὰ διὰ τέχνης.

ἄτοπον δ᾽ ἂν ἴσως δόξειε τὸ νῦν λεχθὲν, εἰ τὸ προσλαμβάνον θεραπείαν ὥσπερ χώραν οἰκείαν μὴ μᾶλλον εὐσθενεῖ καὶ καλλικαρπεῖ συνεργούσης τῇ φύσει τῆς τέχνης· ἀλλ᾽ οὐκ ἔστιν ἄτοπον οὐδ᾽ ἀλλότριον, ἀρχὴν δὲ αὐτοῦ ληπτέον τήνδε, τὴν φύσιν ἑκάστου μὴ ἐκ τῶν αὐτῶν εἶναι μηδὲ ἐκ μιᾶς τινος ὕλης μηδ᾽ αὖ πᾶσι ταὐτὸ τέλος τῆς πέψεως καὶ δυνάμεως τῶν καρπῶν ἀλλ᾽ ἕκαστον πρὸς ὃ πέφυκε καὶ χυλοῖς καὶ ὀσμαῖς καὶ τοῖς ἄλλοις. μάλιστα δέ πως ἐν δυοῖν τούτοιν ὁρίζομεν τὴν πέψιν ὀσμαῖς καὶ χυλοῖς ἀναφέροντες καὶ ταῦτα πρὸς τὴν ἡμετέραν χρείαν ὥσπερ διωρίσθη καὶ πρότερον.

ἐπεὶ δ᾽ ἐξ ὧν συνέστηκεν ἕκαστον

καὶ τρέφεται καὶ τὸ πρόσφορον οὐ κατὰ τὸ ποιὸν μόνον ἐστὶν ἀλλὰ καὶ κατὰ τὸ ποσὸν ἐν ἀμφοτέροις ἂν εἴη τούτοις τὸ οἰκεῖον. ἡ δὲ γεωργία πλῆθός τε τροφῆς καὶ ποιότητα κατασκευάζει. κατεργαζομένη γὰρ ἡ γῆ καὶ ἀπόλαυσιν πλείω δίδωσι καὶ μεταβάλλει τοὺς χυλοὺς ὥστ᾽ εὐλόγως οὐκ ἂν εἴη πρόσφορον ἐνίοις οἷον ὅσα ξηρά τε καὶ δριμέα καὶ πικρὰ καὶ ἁπλῶς ὅσα φαρμακώδη καὶ ἐν τούτοις παρέχεται τὴν χρείαν ἡμῖν· ἐκθηλύνεται γὰρ ἀφαιρουμένων τῶν δυνάμεων καὶ τὰ μὲν ὅλως οὐκ ἐκφέρει καρποὺς τὰ δ᾽ ὑγροτέρους καὶ χείρους, τὰ δὲ καὶ αὐτὰ ὑδαρέστερα γίνεται καθάπερ τὸ ἀψίνθιον καὶ τὸ κενταύριον καὶ ὅλως δὲ πᾶσα φαρμακώδης δύναμις ἢ κατὰ ῥίζαν ἢ κατὰ καυλὸν ἢ κατὰ καρπὸν ἢ κατὰ κλῶνας·

ἀνὰ λόγον δὲ τούτοις καὶ ὅσα δριμύτητά τινα ἔχει δήλην κατὰ τὴν γεῦσιν. ὧν καὶ ἡ κάππαρις ἔοικεν εἶναι καὶ τὸ σίλφιον καὶ τὸ λάπαθον καὶ ἡ θύμβρα καὶ τὸ θύμον· τὰ μὲν γὰρ ὅλως οὐδὲ φύεται τούτων ἐν τοῖς ἡμέροις ἢ κακῶς τὰ δὲ χείρω πολλῷ καθάπερ τὸ λάπαθον καὶ ἡ θύμβρα καὶ ἡ κάππαρις ἔνια δὲ καὶ τὰς γλυκύτητας αὐτῶν ἀποβάλλει καθυγραινόμενα καὶ πληθυνόμενα ταῖς τροφαῖς ὥσπερ τὸ κράνον, καὶ γὰρ τοῦτο χεῖρον ἡμερούμενον γίνεται καὶ ἁπλῶς δὲ αὐτὸ τὸ δένδρον ὑδαρές τε καὶ μανὸν καὶ ἀσθενές. τῆς δ᾽ οἴης γλυκύτερος μὲν ὁ καρπὸς ἧττον δ᾽ εὐώδης· ἀφαιρεῖται γὰρ τὴν εὐτροφίαν καὶ τὸ εὔοσμον.

ὁ δ᾽ αὐτὸς λόγος καὶ περὶ σιλφίου καὶ θέρμου καὶ εἴ τι τοιοῦτον ἕτερον. τὸ μὲν γὰρ οὐχ ὁμοίως ἔχει τὴν δριμύτητα διὰ τὸ πλείω καὶ ὑδαρεστέραν εἶναι τὴν τροφὴν, ὁ δὲ θέρμος ἄκαρπος γίνεται καθάπερ ὑλομανῶν καὶ ἐξυβρίζων· ποιεῖ γὰρ καὶ ταύτην τὴν ἐναντίωσιν ἡ κατεργασία καθάπερ εἴρηται πλῆθος παρέχουσα τροφῆς· ἐκ δὲ τῆς ἀρχῆς ταμιεύεται τὸ σύμμετρον ἕκαστον ἑαυτῷ καὶ λαμβάνει τὴν

οἰκείαν χώραν· ἡ γὰρ αὐτοφυὴς γένεσις ἐν ταύταις.

ἁπλῶς γὰρ τὸ μέγιστον ὥσπερ πολλάκις εἴρηται τὸ λαβεῖν οἰκεῖον ἀέρα καὶ τόπον· ἐκ τούτων γὰρ ἡ εὐθένεια καὶ εὐκαρπία. ταῦτα δ᾽ ἐναντία φαίνεται τοῖς παρὰ φύσιν ἡμερουμένοις· εἴς τε γὰρ ἀέρα μαλακώτερον μετατεθέντα καὶ τροφὴν ἀλλοιοτέραν λαμβάνοντα ἐξ ἀμφοτέρων τούτων ἡ μεταβολὴ καὶ οἷον ἔκστασις τῆς φύσεως. ἐπιμαρτυρεῖ δέ πως καὶ ἐν αὐτοῖς τοῖς γεωργουμένοις τὸ μὴ φιλεῖν ἔνια τὴν ἀκριβῆ καὶ τὴν πολλὴν ἄγαν ἐξεργασίαν ὥστε καὶ ταύτην ζητεῖν τινα ὅρον· καὶ τρόπον τινὰ οὐδὲν κωλύει κατὰ τὴν μετάβασιν οὕτως ἔνια μηδὲ ζητεῖν ὅλως. ὅτι μὲν οὖν οὐ πάντα προσδέχεται τὰς γεωργίας φανερὸν ἔστω διὰ τούτων· ἴσως γὰρ τὰ μὲν ὅλως οὐ δεῖται τῶν δ᾽ οὐκ ἐξευρίσκομεν τὰς αἰτίας.

Ἡ δὲ γεωργία, δυοῖν ὄντων ἐξ ὧν αἱ τροφαὶ καὶ εὐσθένειαι τῆς τε γῆς καὶ τοῦ ἀέρος, τὴν ἀπὸ τῆς γῆς παρασκευάζει βοήθειαν· τὸν ἀέρα γὰρ οὐκ ἐπ᾽ αὐτῇ ποιόν τινα ποιεῖν ἀλλὰ δεῖ πρὸς τὰς μεταβολὰς τὰς κατὰ τὰς ὥρας γινομένας αὐτὰ τὰ δένδρα καὶ τὴν χώραν διακεῖσθαί πως ἵνα τε ἀπολαύῃ τῆς πρὸς αὔξησιν τροφῆς καὶ μὴ πάσχῃ μηδὲν ὑπὸ τῶν ἐναντίων· δεῖ γὰρ καὶ πρὸς ταῦτα φυλακῆς, λέγω δ᾽ οἷον τομάς τε καὶ διακαθάρσεις καὶ βλαστολογίας καὶ κοπρίσεις καὶ σκαπάνην καὶ ὅσα ἄλλα πραγματεύονται.

καὶ περὶ τῆς ἀροσίμου δὲ καὶ σπερματουμένης ὁμοίως. τοῖς μὲν γὰρ οὐ ταὐτὰ τοῖς δ᾽ οὐκ ἴσα τοῖς δ᾽ οὐ τὸν αὐτὸν τρόπον οὐδὲ τὴν αὐτὴν ὥραν ἀποδιδόναι δεῖ τοῖς δὲ ἴσως οὐδὲ ποιεῖν ἔνια τὸ ὅλον. ἃ δὴ καὶ φαίνονται διαιροῦντες οἱ γεωργοὶ καθάπερ καὶ ἐν τῇ διακαθάρσει τὰ μὲν σιδήροις τὰ δὲ ταῖς χερσὶ τὰ δ᾽ ἀγκύραις τισὶ κελεύοντες ἀφαιρεῖν, οἷον τῆς τε ἐλάας καὶ τῆς ἀπίου καὶ τῆς μηλέας ὅπως μὴ ἑλκούμενα πονῇ διὰ τὴν λεπτότητα καὶ ξηρότητα τῶν

κλάδων. καὶ γὰρ ἀφαιρεῖν δεῖ τούτων τὰ αὖά τε καὶ τὰ τρώξανα μόνον.

ὁμοίως δὲ καὶ τῶν ἀμπέλων διαιρετέον τάς τε πρωτοτόμους καὶ τὰς ὀψιτόμους καὶ τὰς βραχυτόμους καὶ τὰς μακροτόμους καὶ τοῖς ἄλλοις ὡσαύτως ἀναφέροντας ἀεὶ πρὸς τὸ τέλος. ὁ μὲν οὖν σκοπὸς οὗτος καὶ ἡ καθ᾽ ἕκαστα διαίρεσις. ὑπὲρ ἑκάστου δέ ἐστιν ὁ λόγος ὁ τὴν αἰτίαν ἔχων ἣν δεῖ μὴ λανθάνειν· ὁ γὰρ ἄνευ ταύτης ποιῶν καὶ τῷ ἔθει καὶ τοῖς συμβαίνουσι κατακολουθῶν κατορθοῖ μὲν ἴσως οὐκ οἶδε δὲ καθάπερ ἐν ἰατρικῇ τὸ διὰ τί· τὸ δὲ τέλειον ἐξ ἀμφοῖν. ὅσοι δὲ καὶ τὸ θεωρεῖν μᾶλλον ἀγαπῶσιν αὐτὸ τοῦτο ἴδιον τοῦ λόγου καὶ τῆς αἰτίας.

ἀντιλέγεται δὲ περὶ πολλῶν καὶ τὰ μὲν ἁπλῶς τὰ δ᾽ εἰς τὸ βέλτιον καὶ χεῖρον ὥσπερ κατὰ τὰς ἄλλας τέχνας. ἐνταῦθα δὲ καὶ ἰδιώτερόν τι συμβαίνει. πρὸς γὰρ τὴν ἑαυτῶν ἔνιοι χώραν τετραμμένοι τὰ πρόσφορα πολλάκις καθόλου λέγουσιν. ὁτὲ δὲ καὶ ἀμφοτέρως γινομένων ἄκριτόν ἐστι τὸ βέλτιον· ὁποῖα γὰρ ἂν ᾖ τὰ ἀπὸ τοῦ ἀέρος συμβαίνοντα τοιαῦτα ἀποβαίνει καὶ κατὰ τὰς ἐργασίας.