On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
δι᾽ ὃ καὶ τὰ μὴ ὁμοίως ὀρθοφυῆ μηδ᾽ εὐμήκη τὴν αὐτὴν διάθεσιν λαμβάνει τοῖς ὀρθοφυέσι καὶ μακροῖς ὅταν ἐν τόποις γένηται τοιούτοις ὥσπερ αἱ δρῦς· λεῖαι γὰρ καὶ εὐθεῖαι καὶ σχεδὸν ἰσομήκεις γίνονται ταῖς ἐλάταις καθάπερ φασὶ καὶ περὶ τὸν Αἶμον. ἅμα δὲ καὶ μανότερα καὶ ἀσθενέστερα τὰ τοιαῦτα γίνεται διὰ τὸ μήτε ὑπὸ τοῦ ἡλίου μήτε ὑπὸ τῶν πνευμάτων καὶ τοῦ ψύχους λαμβάνειν πύκνωσιν.
ἀποβλητικὰ δὲ μάλιστα τῶν καρπῶν πρὶν πεπᾶναι συκῆ καὶ φοῖνιξ καὶ ἀμυγδαλῆ καὶ διὰ τὴν ἐναπόληψιν ὑγρότητός τέ τινος καὶ πνεύματος ὥσπερ συκαῖ τὰ δὲ τῷ τὴν προσ
άρτησιν ἔχειν ἀσθενῆ τοὺς δ᾽ ὄγκος μείζους ὥσπερ ἡ ἀμυγδαλῆ καὶ μηλέα καὶ ἄπιος· ἱκανὸν γὰρ καὶ ὁτιοῦν διυγρᾶναι καὶ ἀσθενὲς ποιῆσαι· καὶ ἅμα τούτοις γε καὶ πνευμάτων ἐπιγίνεται μέγεθος. ἡ δὲ ῥόα τοῖς μὲν κυτίνοις εὐαπόπτωτος, ἀσθενὴς γὰρ αὐτῶν ἡ πρόσφυσις ὥστε ὅταν ψακάδια καὶ δρόσοι πέσωσιν εἰσδυόμενα κατὰ τὸ ἄνθος ἀνυγραίνει καὶ ποιεῖ τὴν βολήν·δι᾽ ὃ καὶ κατάγουσι τὰ δένδρα καὶ οὐκ ἀφιᾶσιν εἰς ὕψος ὅπως οἱ κύτινοι μὴ ὀρθοὶ γινόμενοι δέχωνται τὸ ὑγρόν· οἱ δὲ καὶ ἀνάπαλιν κελεύουσι φυτεύειν τὰς ῥάβδους τούτου χάριν ὅπως εὐθὺ κατανεύσωσιν. ὅτι δ᾽ ἡ ὑγρότης αἰτία τῆς ἀποβολῆς κἀκεῖθεν δῆλον· αἱ γὰρ ἄπιοι καὶ ἀμυγδαλαῖ κἂν μὴ βρέχῃ νότιος δ’ ὁ ἀὴρ ᾖ καὶ ἐπινεφὴς ἀποβάλλουσι καὶ τὰ ἄνθη καὶ τοὺς πρώτους καρποὺς ἐὰν εὐθὺς μετὰ τὴν ἀπάνθησιν ᾖ. καὶ τούτων μὲν καὶ τῶν τοιούτων ἐν τῇ προσαρτήσει τε καὶ τοῖς ὄγκοις ἡ αἰτία.
τῶν δὲ συκῶν καὶ τῶν φοινίκων οὐκ ἐν τούτοις ἐστὶ μόνον ἀλλὰ καὶ ἐν τῇ αὐτῶν διαστάσει· δι᾽ ὃ καὶ ἐρινάζουσι τὰς συκᾶς· τοῦτο δὲ ποιοῦσιν ὅπως οἱ ψῆνες οἱ ἐκ τῶν ἐρινῶν τῶν ἐπικρεμαννυμένων γινόμενοι διοίγωσι τὰ ἐπὶ τῆς συκῆς· ἡ μὲν γὰρ γένεσις ἐξ ἐκείνων· ζητοῦντες δὲ τὴν ὁμοίαν τροφὴν ἐκπέτονται καὶ προσίπτανται τοῖς ἐπὶ τῆς συκῆς ἐρινοῖς. συμβαίνει δὲ τοῦτο καὶ ἐπὶ τῶν μὴ ἐριναζομένων ὅταν πλησίον τῶν συκῶν ἐρινεοὶ ὦσιν, δι᾽ ὃ καὶ παραφυτεύουσι ταῖς συκαῖς ἐρινεοὺς ἐπὶ τῶν ἄκρων ὅπως κατ᾽ ἄνεμον ἡ πτῆσις οὐρία γίνηται, ταῖς μὲν πρωΐαις πρωΐους ταῖς δ᾽ ὀψίαις ὀψίους ταῖς δὲ μέσαις μέσους ἵνα κατὰ τὴν οἰκείαν ὥραν ἑκάστοις ὁ ἐρινασμὸς ᾖ.
διοιχθέντος δὲ τοῦ μέσου τὴν ὑγρότητα ἐκβόσκονται τὴν πλείω καὶ τῷ ἔξωθεν ἀέρι δίοδον διδόασι καὶ τὸ ὅλον εὐπνούστερα ποιοῦσι· συμβαίνει γὰρ ἅμα τῇ θερμότητι τῇ κατεργαζομένῃ συγκα
τακλείεσθαί τι πνεῦμα καθάπερ τοῖς ἑψομένοις οὗ χωρισθέντος ἅμα τῇ ὑγρότητι καὶ διεκπνεύσαντος ἐπιμένει· τὰ γὰρ αἴτια τοῦ ἀποβάλλειν ταῦτ᾽ ἐστίν. εὐλόγως δὲ καὶ γίνονται καὶ εἰσδύονται πάλιν οἱ ψῆνες εἰς τὰ ἐρινά· γίνονται μὲν γὰρ διὰ τὸ μὴ δύνασθαι πεπαίνειν μηδὲ τελειουργεῖν τοὺς ἐρινεούς· ὥσπερ γὰρ καὶ τῶν ἄλλων σηπομένων καὶ ἐν τούτοις ζωοποιὸς ἡ φύσις· οὐκ ἔχοντες δὲ τροφὴν ζητοῦντες δὲ τὴν οἰκείαν φέρονται πρὸς τὸ ὅμοιον· ἡ γὰρ ἐπιθυμία πᾶσι τοῦ συγγενοῦς ὥσπερ τοῖς φθειρσὶν αἵματος ἐξ οὗ διαφθαρέντος ἡ γένεσις.