On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

τοῦ δὲ συμμύειν ὅταν εἰσδύωσιν οἱ ψῆνες ἀνάγκη τινὰ λέγειν αἰτίαν· ἐπεὶ τό γ᾽ ἐκβόσκεσθαι τὴν ὑγρότητα τὴν ἐνυπάρχουσαν οἰκείαν οὖσαν ἀληθὲς, δι᾽ ὅπερ πρὸς τὴν ἐπιμονὴν χρήσιμον, τὰ μέντοι σῦκα χείρω ποιεῖ· κενωθέντα γὰρ τὰ ἐριναστὰ

μᾶλλον ἐπισπᾶται καὶ πλείω τὸν ὀπόν· ὅθεν ἔνιοί γ᾽ οὐδ᾽ ἐρινάζουσιν ἀλλὰ καὶ πωλοῦντες κηρύττουσιν ὡς ἀνερίναστα καὶ δοκεῖ πολὺ διαφέρειν. ἔτι δ᾽ ἐχρῆν τοῖς βορείοις ἧττον ἀποπίπτειν, συμμύει γὰρ μᾶλλον, εἰ μὴ ἄρα τῷ ξηραίνεσθαι διαχάσκει.

φαίνεται δ᾽ οὖν πλείους ἀντιλογίας ἔχειν τῶν πρότερον, εἰ μὴ ἄρα ἀμφοτέρως συμβαίνει καὶ ἐνδέχεται. τὸ δ᾽ ἐνίους τόπους μὴ δεῖσθαι τῶν ἐρινασμῶν οὐκ ἄτοπον ὥσπερ ἐλέχθη, συμμετρίαν ἔχοντας τῆς τε τροφῆς καὶ τοῦ ἀέρος· ἐπεὶ ὅτι γε ἡ ὑγρότης πολλὴ καθ᾽ ὅλον τὸ γένος καὶ ἐξ αὐτῶν τῶν ἀγρίων δῆλον. καὶ γὰρ ἡ ἀπεψία διὰ τοῦτο γίνεται καὶ ἐρινάζουσι κἀκείνους ὅπως ἐπιμείνωσι· διὰ τὰς αὐτὰς δ᾽ αἰτίας καὶ διφοροῦσιν ἔνιοι δὲ καὶ τριφοροῦσιν αὐτῶν διὰ πλῆθος τροφῆς· ἀφαιρουμένων γὰρ τῶν πρώτων ῥᾳδίως ἕτερα φύουσι καὶ πάλιν τούτων ἕτερα πληθύοντές τε τῇ ὑγρότητι καὶ μέχρι τούτου κρατοῦντες ἐπὶ πλεῖον δ᾽ οὐ δυνάμενοι διὰ τὴν ὑπερβολήν·

μόνον γὰρ δὴ τοῦτο τῶν ἀγρίων ἢ μετ᾽ ὀλίγων ἀτελῆ φέρει τὸν καρπόν· εἰ μὴ ἄρα ἐνταῦθα αὐτῶν ἦν τὸ τέλος. φύεται γοῦν καὶ αὐτόματος· ἡ δὲ τῶν αὐτομάτων γένεσις ἐκ σπέρματος καὶ ὅσα δὴ διὰ σῆψίν τινα μᾶλλον δ᾽ ἀλλοίωσιν γίνεται τῆς γῆς· ὥστε καὶ τοῦτο ὠλεσίκαρπον ἄν τις φαίη καθάπερ ὁ ποιητής φησι τὴν ἰτέαν· ἐπεὶ τά γε ἄλλα κἂν ἀβρώτους ἔχῃ πᾶσι τοὺς καρποὺς ὅμως ἐκτελεῖ καὶ πεπαίνει κατὰ τὴν τῆς φύσεως ὁρμήν.

ἀλλὰ γὰρ αὕτη μὲν ἰδιότης ἄν τις εἴη πρὸς τὰ ἄλλα. τὸ δὲ ἐπὶ τῶν φοινίκων συμβαῖνον οὐ ταὐτὸν μὲν ἔχει δέ τινα ὁμοιότητα τούτῳ δι᾽ ὃ καλοῦσιν ὀλυνθάζειν αὐτούς· τὸ γὰρ ἀπὸ τῆς ἄρρενος ἄνθος καὶ ὁ κονιορτὸς καὶ χνοῦς συγκαταπαττόμενος ποιοῦσί τινα τῇ θερμότητι καὶ τῇ ἄλλῃ δυνάμει ξηρότητα καὶ εὔπνοιαν· διὰ τούτων δὲ ἡ ἐπιμονή· φαίνεται δὲ τρόπον τινὰ ὅμοιον τούτῳ καὶ τὸ ἐπὶ

τῶν ἰχθύων συμβαῖνον ὅταν ὁ ἄρρην ἐπιρραίνῃ τοῖς ὠοῖς ἀποτικτομένοις τὸν θορόν. ἀλλὰ τὰς μὲν ὁμοιότητας καὶ ἐκ τῶν ἀπηρτημένων ἐστὶ λαμβάνειν.

Τῶν δὲ ὁμογενῶν ἐν οἷς τὰ μὲν ἄκαρπα τὰ δὲ κάρπιμα τῶν ἀγρίων, ἃ δὴ θήλεα τὰ δ᾽ ἄρρενα καλοῦσιν, ἐν ἐκείνῃ τῇ αἰτίᾳ περιλαμβάνεται τῇ καὶ πρότερον εἰρημένῃ περὶ τῶν ἀκάρπων ὅτι διὰ πυκνότητα καὶ ἰσχὺν καὶ εὐτροφίαν ἄκαρπα γίνεται· συμβαίνει γὰρ ἅπαντα εἰς ἑαυτὰ καταναλίσκειν. ἡ δὲ καρποτοκία δεῖται μὲν τῆς φυσικῆς περιττώσεως· ἐκ ταύτης γὰρ ὁ καρπὸς ὥσπερ καὶ τοῖς ζώοις τὸ σπέρμα· τρεπομένης δ’ εἰς ἕτερον ἀεὶ καὶ ἀναλισκομένης ἀφαιρεῖται τὴν γένεσιν· ἡ γὰρ φύσις οὐ διαρκὴς εἰς ἄμφω μὴ λαμβάνουσα τὸ σύμμετρον.