On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
σχεδὸν δὲ καὶ ἐν τοῖς ἄλλοις γίνεταί τις τοιαύτη μεταβολὴ τῶν μὲν ἐπ᾽ ἔλαττον τῶν δ᾽ ἐπὶ πλεῖον, ἔνια δ᾽ ἐναντίως. καὶ γὰρ ἐπ᾽ αὐτῶν τῶν δένδρων ἐν τόποις θερμοῖς καὶ οἰκείοις ἀπέπαντα μὴ ἐπικνισθέντα καὶ ἐπαλειφθέντα ἐλαίῳ καθάπερ καὶ πρότερον ἐλέχθη διὰ τὴν εὐτροφίαν, ὥσπερ καὶ τὰ ἐν Αἰγύπτῳ συκάμινα, τοῦτο δὲ παθόντα καὶ ἀπέρασίν τινα ἔλαβεν ὑγροῦ καὶ πνεύματος καὶ τὸ θερμὸν εἰσδέχεται. τῶν δὲ λαχανωδῶν ἔνια καὶ τὸ ὅλον ἀπέπαντα καὶ ἀμετάβλητα καθάπερ ἡ κολοκύνθη. πέψεως μὲν οὖν καὶ ἀπεψίας καὶ ἁπλῶς τῶν γινομένων μεταβολῶν ἐν τούτοις αἱ αἰτίαι.
Τῶν δὲ δένδρων αὐτῶν ἀεὶ τὰ ἐν τοῖς ἀπνόοις καὶ παλισκίοις ὀρθὰ καὶ ἀστραβῆ καὶ λειότερα καὶ εὐμηκέστερα γίνεται τὸν αὐτὸν δὲ τρόπον κἂν πυκνὰ τυγχάνῃ πεφυκότα, τὰ δ᾽ ἐν τοῖς εὐπνόοις καὶ προσηνέμοις καὶ εὐείλοις ἔτι δὲ μανὰ πεφυκότα ἧττον. ἥ τε γὰρ εἰς βάθος αὔξησις κωλύει τὸ μῆκος καὶ τὰ πνεύματα τραχύνει καὶ ὄζους ἐμποιεῖ καθάπερ ἐλέχθη διὰ τὴν ἐπίστασιν· ἐκείνοις δὲ ἀφῃρημένων τούτων ἡ εἰς τὸ μῆκος αὔξησις μόνη γίνεται·
δι᾽ ὃ καὶ τὰ μὴ ὁμοίως ὀρθοφυῆ μηδ᾽ εὐμήκη τὴν αὐτὴν διάθεσιν λαμβάνει τοῖς ὀρθοφυέσι καὶ μακροῖς ὅταν ἐν τόποις γένηται τοιούτοις ὥσπερ αἱ δρῦς· λεῖαι γὰρ καὶ εὐθεῖαι καὶ σχεδὸν ἰσομήκεις γίνονται ταῖς ἐλάταις καθάπερ φασὶ καὶ περὶ τὸν Αἶμον. ἅμα δὲ καὶ μανότερα καὶ ἀσθενέστερα τὰ τοιαῦτα γίνεται διὰ τὸ μήτε ὑπὸ τοῦ ἡλίου μήτε ὑπὸ τῶν πνευμάτων καὶ τοῦ ψύχους λαμβάνειν πύκνωσιν.
ἀποβλητικὰ δὲ μάλιστα τῶν καρπῶν πρὶν πεπᾶναι συκῆ καὶ φοῖνιξ καὶ ἀμυγδαλῆ καὶ διὰ τὴν ἐναπόληψιν ὑγρότητός τέ τινος καὶ πνεύματος ὥσπερ συκαῖ τὰ δὲ τῷ τὴν προσ
άρτησιν ἔχειν ἀσθενῆ τοὺς δ᾽ ὄγκος μείζους ὥσπερ ἡ ἀμυγδαλῆ καὶ μηλέα καὶ ἄπιος· ἱκανὸν γὰρ καὶ ὁτιοῦν διυγρᾶναι καὶ ἀσθενὲς ποιῆσαι· καὶ ἅμα τούτοις γε καὶ πνευμάτων ἐπιγίνεται μέγεθος. ἡ δὲ ῥόα τοῖς μὲν κυτίνοις εὐαπόπτωτος, ἀσθενὴς γὰρ αὐτῶν ἡ πρόσφυσις ὥστε ὅταν ψακάδια καὶ δρόσοι πέσωσιν εἰσδυόμενα κατὰ τὸ ἄνθος ἀνυγραίνει καὶ ποιεῖ τὴν βολήν·