On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἐπεὶ οὐδὲ τὰ ὑγρότερα τῇ φύσει πέττουσιν αἱ ὑπερβολαὶ τῶν χειμώνων ἀλλὰ τὰ μὲν ὅλως ἀποξηραίνουσι τῶν δ᾽ ἐξαιροῦνται τὸν οἰκεῖον χυλὸν ὥσπερ τῶν συκῶν. ἀντέχειν δὲ μάλιστα δύναται τά τε ἐν ὑγρότητι λιπαρόν τι ἔχοντα καθάπερ τῶν ἀγρίων τὰ μιμαίκυλα καὶ ἔνια γεώδη καὶ στρυφνὰ καὶ ἰσχυρὰ τὴν φύσιν οἷον βάλανος ἀχρὰς οὖον· ὀψὲ γὰρ ταῦτά γε λαμβάνει τὴν οἰκείαν ὑγρότητα. τοιαῦτα δὲ καὶ τὰ μέσπιλα καὶ τὰ μῆλα τὰ ἄγρια καὶ πάνθ᾽ ὅλως ἃ δύναται ἀφαιρεθέντα πεπαίνεσθαι καθάπερ ἡ ἀχρὰς καὶ τὸ οὖον, οὐ τὴν αὐτὴν μὲν πέπανσιν ἥνπερ καὶ ἐπὶ τῷ δένδρῳ τὴν φυσικὴν ἔχουσαν δέ τινα γλυκύτητα τὴν ποιοῦσαν ἐδώδιμα, εἴτ᾽ οὖν σῆψιν αὐτὴν χρὴ λέγειν ὥσπερ ἐπὶ τῶν δρυπεπῶν ἐλαῶν φασιν εἴτε καὶ ἄλλην τινὰ διάθεσιν ἡνπεροῦν.
οὐ μὴν ἀλλ᾽ ἴσως οὐθὲν ἂν κωλύοι καὶ τῇ ἔσωθεν θερμότητι πέττεσθαι καθάπερ τὰ οὖα πεπαυμένης ἤδη τῆς ἐπιρροῆς ἐκ τῶν δένδρων· τότε μὲν γὰρ ἀεί τινος ἐπιούσης οὐκ ἐκράτει κωλυόμενα ἅμα διὰ τὰ ψύχη, μὴ προσγινομένης δ᾽ ἑτέρας ἅμα δὲ καὶ τοῦ θερμοῦ συγκατακλειομένου δι᾽ ἄμφω πέττεται καὶ λαμβάνει τὴν μεταβολήν· ἐπεὶ καὶ οἱ ἐπὶ τῶν δένδρων καρποὶ πεπαινόμενοι καθάπερ οἱ βότρυες ἀφαιρεθέντες γλυκύτεροι γίνονται τοῦ ὑδατώδους ὑπὸ τοῦ
ἡλίου καταξηραινομένου, ἐπ᾽ αὐτῶν δὲ τῶν ἀμπέλων ὅταν ἐπιστρέφωσι ἢ καὶ γηράσαντες ἀποσταφιδωθῶσι.σχεδὸν δὲ καὶ ἐν τοῖς ἄλλοις γίνεταί τις τοιαύτη μεταβολὴ τῶν μὲν ἐπ᾽ ἔλαττον τῶν δ᾽ ἐπὶ πλεῖον, ἔνια δ᾽ ἐναντίως. καὶ γὰρ ἐπ᾽ αὐτῶν τῶν δένδρων ἐν τόποις θερμοῖς καὶ οἰκείοις ἀπέπαντα μὴ ἐπικνισθέντα καὶ ἐπαλειφθέντα ἐλαίῳ καθάπερ καὶ πρότερον ἐλέχθη διὰ τὴν εὐτροφίαν, ὥσπερ καὶ τὰ ἐν Αἰγύπτῳ συκάμινα, τοῦτο δὲ παθόντα καὶ ἀπέρασίν τινα ἔλαβεν ὑγροῦ καὶ πνεύματος καὶ τὸ θερμὸν εἰσδέχεται. τῶν δὲ λαχανωδῶν ἔνια καὶ τὸ ὅλον ἀπέπαντα καὶ ἀμετάβλητα καθάπερ ἡ κολοκύνθη. πέψεως μὲν οὖν καὶ ἀπεψίας καὶ ἁπλῶς τῶν γινομένων μεταβολῶν ἐν τούτοις αἱ αἰτίαι.
Τῶν δὲ δένδρων αὐτῶν ἀεὶ τὰ ἐν τοῖς ἀπνόοις καὶ παλισκίοις ὀρθὰ καὶ ἀστραβῆ καὶ λειότερα καὶ εὐμηκέστερα γίνεται τὸν αὐτὸν δὲ τρόπον κἂν πυκνὰ τυγχάνῃ πεφυκότα, τὰ δ᾽ ἐν τοῖς εὐπνόοις καὶ προσηνέμοις καὶ εὐείλοις ἔτι δὲ μανὰ πεφυκότα ἧττον. ἥ τε γὰρ εἰς βάθος αὔξησις κωλύει τὸ μῆκος καὶ τὰ πνεύματα τραχύνει καὶ ὄζους ἐμποιεῖ καθάπερ ἐλέχθη διὰ τὴν ἐπίστασιν· ἐκείνοις δὲ ἀφῃρημένων τούτων ἡ εἰς τὸ μῆκος αὔξησις μόνη γίνεται·
δι᾽ ὃ καὶ τὰ μὴ ὁμοίως ὀρθοφυῆ μηδ᾽ εὐμήκη τὴν αὐτὴν διάθεσιν λαμβάνει τοῖς ὀρθοφυέσι καὶ μακροῖς ὅταν ἐν τόποις γένηται τοιούτοις ὥσπερ αἱ δρῦς· λεῖαι γὰρ καὶ εὐθεῖαι καὶ σχεδὸν ἰσομήκεις γίνονται ταῖς ἐλάταις καθάπερ φασὶ καὶ περὶ τὸν Αἶμον. ἅμα δὲ καὶ μανότερα καὶ ἀσθενέστερα τὰ τοιαῦτα γίνεται διὰ τὸ μήτε ὑπὸ τοῦ ἡλίου μήτε ὑπὸ τῶν πνευμάτων καὶ τοῦ ψύχους λαμβάνειν πύκνωσιν.