On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
τοῦτο δὲ συμβαίνει καὶ ὅλως ἡ ἁλυκότης πρόσφορος ὅτι πικρότητά τινα ἔχουσιν ἐν τῇ φύσει ταύτην δὲ διαδυόμενον καὶ ὥσπερ ἀναστομοῦν τὸ ἁλυκὸν ἐξάγει, δι᾽ ὃ καὶ ἐν ταῖς ἁλμυρίσιν ἡ ῥάφα
νος ἀρίστη· τὸ δὲ πικρὸν ἄτροφόν τε καὶ δύσχυλον ὥστε ἐξαγομένου τούτου καὶ γλυκυτέρα καὶ ἁπαλωτέρα καὶ εὐαυξεστέρα γίνεται· τὰ δ᾽ ἄλλα χείρω διὰ τὸ μὴ ἐξάγειν τὸ ἀλλότριον ἀλλὰ τὸ οἰκεῖον ἐπικάουσαν. δῆλον δ᾽ ὅτι καὶ ἐπὶ τῶν λοιπῶν πικρῶν ὁμοίως ἂν ἔχοι καθάπερ καὶ ὁ κορωνόπους καὶ τὰ κιχόρια. τοῖς δὲ δριμέσι οἷον κρομύῳ σκορόδῳ τοῖς ἄλλοις οὐκέτι πρόσφορον· οὐ γὰρ ἀφαιρεῖ τὴν δριμύτητα διὰ τὴν ὁμοιότητα τῶν χυλῶν. τὸ γὰρ ὅμοιον ἐπὶ τὸ ὅμοιον φέρεται καὶ εἰς τοὺς πόρους ἐνδύεται καθάπερ ἐπὶ τῶν καθαιρόντων καὶ ἐξαγόντων τὰς ἐπιχροΐσεις.καὶ τὰ μὲν ἁλυκὰ τοῖς τοιούτοις πρόσφορα διὰ τὴν εἰρημένην αἰτίαν. εἰ δ᾽ ἀληθὲς ὃ ἔλεγεν Ἀνδροσθένης ὑπὲρ τῶν ἐν Τύλῳ τῇ νήσῳ τῇ περὶ τὴν ἐρυθρὰν θάλατταν ὅτι τὰ ναματιαῖα μᾶλλον συμφέρει τῶν οὐρανίων ἁλυκὰ ὄντα καὶ τοῖς δένδροις καὶ πᾶσι τοῖς ἄλλοις, δι᾽ ὃ καὶ ὅταν ὕσῃ τούτοις ἀποβρέχειν, αἰτιάσαιτ᾽ ἄν τις τὴν συνήθειαν· τὸ γὰρ ἔθος ὥσπερ φύσις γέγονε. συμβαίνει δὲ τὰ μὲν οὐράνια σπάνια γίνεσθαι τούτοις δ᾽ ἐκτρέφεσθαι καὶ τὰ δένδρα καὶ τὸν σῖτον καὶ τἆλλα δι᾽ ὃ καὶ πᾶσαν ὥραν σπείρουσι. ταῦτα μὲν οὖν ὡς ἐξ ὑποθέσεως εἰρήσθω.
Τῶν δὲ ποτίμων τὰ ψυχρὰ βέλτιστα· καὶ γὰρ πέψιν ποιεῖ μάλιστα διὰ τὴν ἀντιπερίστασιν τοῦ θερμοῦ καὶ κατάψυξιν ταῖς ῥίζαις· δεῖται δὲ τὰ δένδρα ταύτης. ὅτι δὲ βελτίω σημεῖον τὸ γλυκύτερα καὶ εὐχυλότερα τοῖς ψυχροῖς ἀρδευόμενα καὶ λάχανα καὶ ῥίζας καὶ καρποὺς καὶ τἆλλα ὁμοίως. ἔοικε δὲ κατὰ λόγον ἔχειν ὥσπερ καὶ ἐπὶ τῶν ἐκ διὸς ὑδάτων τὰ νυκτερινὰ καὶ τὰ βόρεια καὶ ἐπ᾽ αὐτῶν δὲ τῶν πνευμάτων ὅταν ᾖ βόρεια καὶ μὴ νότια καὶ ὅλως ὅταν ψυχρὰ καὶ μὴ θερμά· τὴν γὰρ αὐτὴν ὄνησιν πάντα ἔχει καὶ διὰ τὰς αὐτὰς ἀνάγκας· τὰ γὰρ θερμὰ διαχεῖ καὶ ἀνυγραίνει καὶ
ἀσθενὲς ποιεῖ τὸ σύμφυτον θερμόν.ὑπερβολὴ δέ τίς ἐστιν ἴσως καὶ τοῦ ψυχροῦ καὶ πρὸς τροφὴν καὶ πρὸς γένεσιν ὥσπερ καὶ ἐπὶ τῶν ζώων εἴπερ ἀφαιρεῖται τὴν τοῦ θερμοῦ δύναμιν· ἀφαιρεῖται γὰρ τὴν ζωήν· οὐ μὴν πολλή γε οὐδ᾽ ἐν πολλοῖς ἐὰν μή τινα καὶ ἄλλον ἔχῃ χυμὸν ἀλλότριον· οὐδὲ γὰρ οὐδ᾽ ὅμοια τὰ ἐπὶ τῶν ζώων ἐστὶ τῶν ἐν φυτοῖς· ἐκεῖνα μὲν γὰρ ὅλως ὑπὸ τοῦ ὑγροῦ περιέχεται καὶ ἐν τούτῳ ξυνίσταται ταῦτα δ᾽ ἐν τῇ γῇ καὶ ἐν τῷ ἀέρι· μιγνυμένου δὲ τοῦ ὕδατος τούτοις οὔτε τὴν ἐκ τῆς γῆς οὔτε τὴν οἰκείαν ἀφαιρεῖται θερμότητα πλήν γ᾽ εἴ που καὶ ὁ ἀὴρ ὅλος τοιοῦτος· οὕτως γὰρ ἀβλαστὴς καὶ ἄγονος ἡ γῆ τὸ ὅλον.
τὰ μὲν οὖν ψυχρὰ διὰ ταῦτα βελτίω, τὰ δὲ πότιμα τῶν ἀπότων ὅτι τροφιμώτερα. μιγνυμένη γὰρ ἡ ἁλμυρὶς καὶ πᾶς ὁ τοιοῦτος χυλὸς οὐ μόνον ἀτροφίας ἀλλὰ καὶ ἄλλας βλάβας ἐμποιεῖ καθάπερ ἐπὶ τῶν σωμάτων. ἡ δὲ μίξις τῶν ὑδάτων ἡ τοιαύτη χρήσιμος ὅταν τὸ μὲν ἄγαν σκληρὸν ᾖ καὶ ὥσπερ ἄπεπτον καὶ ὠμὸν τὸ δὲ θῆλυ καὶ μαλακὸν ᾖ καὶ ἐάν τινα γεώδη συνεπιφέρῃ χυλὸν ὅπερ ἔχει τὰ θολερὰ καὶ κοπριώδη· καὶ γὰρ τῆς τοιαύτης δέονται τροφῆς. δ᾽ ὃ πολλάκις ἂν ἁρμόσειε λεπτὸν καὶ καθαρὸν μὴ καθαρῷ καὶ παχεῖ καὶ φρεατιαῖον ναματιαίῳ καὶ ῥυτὸν καὶ ὄμβριον λιμναίῳ καὶ ἁπλῶς στασίμῳ.
θαυμασιώτερον δ᾽ ἂν δόξειεν εἴ τι γλυκὺ καὶ πότιμον ἢ ὅλως ἄτροφον ἢ μὴ τελεσφόρον ἐστὶν ὥσπερ καὶ τὸ περὶ τὴν Πυρραίαν ὃ καὶ ἐν ταῖς ἱστορίαις εἴρηται. τὴν δ᾽ αἰτίαν ἐν δυσὶν ἄν τις λάβοι τούτων, ἢ ὅτι πάντως ἀσθενὲς ὅπερ οὐκ ἔοικεν, ἐπεὶ καὶ ὁ ἀὴρ δοκεῖ τρέφειν, ἢ ὅτι χυλόν τινα ἔχει κακοποιὸν ὃς λανθάνει τὴν γεῦσιν ὅπερ ἐκδηλούμενον φαίνεται καὶ ἐπὶ τούτου τοῦ ὕδατος· καὶ γὰρ ἄνθρωποι λουόμενοι λεπροὶ γίνονται καὶ τὰ φυτὰ παραπλησίαν τινὰ λαμβάνει διάθεσιν· οὐ γὰρ δὴ τό γε ἄγαν
τρόφιμον λεκτέον ὡς διὰ τὸ μὴ δύνασθαι κρατεῖν ἀτραφῆ καὶ χείρω γίνεται. περὶ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω.Τοὺς δὲ τόπους ζητεῖ τοὺς οἰκείους οὐ μόνον τὰ περιττὰ καὶ ἴδια τῶν δένδρων ἀλλὰ καὶ τὰ κοινότερα γινόμενα· τὰ μὲν γὰρ φιλεῖ ξηροὺς τὰ δὲ εὐΰδρους τὰ δὲ χειμερινοὺς τὰ δὲ προσείλους τὰ δὲ παλισκίους καὶ ὅλως τὰ μὲν ὀρεινοὺς τὰ δὲ ἑλώδεις ὥσπερ καὶ διαιροῦσιν. οὐκ ἀεὶ δὲ πάντα τοὺς αὐτοὺς ἴσως οὐδὲ διὰ μίαν αἰτίαν ἀλλὰ διὰ πλείους ὥσπερ καὶ ἐν τοῖς πρότερον ἐλέχθη. καὶ γὰρ τὸ συγγενὲς τῆς φύσεως ἕκαστον ἄγει πρὸς τὸν οἰκεῖον ἐν ᾧπερ καὶ τὰ αὐτόματα φύεται· τὸ δ᾽ αὐτόματον μηνύει τὴν φύσιν εἴπερ ἐκ τῶν αὐτῶν αἱ τροφαὶ καὶ αἱ γενέσεις. καὶ αἱ καθ᾽ ἕκαστον διαιρέσεις οἷον ἡ θερμότης καὶ ἡ ψυχρότης καὶ ἡ ξηρότης καὶ ἡ ὑγρότης· ζητεῖ γὰρ τὰ πρόσφορα κατὰ τὴν κρᾶσιν. ἔτι δὲ ἀσθενῆ καὶ ἰσχυρὰ καὶ βαθύρριζα καὶ ἐπιπολαιόρριζα καὶ εἴ τις ἄλλη διαφορὰ κατὰ τὰ μέρη. πολλάκις δὲ καὶ διὰ πλείω τούτων·
καὶ ἐνίοτε τὰ μὲν ἔχοντα τὰ δὲ οὐκ ἔχοντα· πάντα γὰρ οὐ ταὐτά. ἔτι δὲ καὶ τὰ ὅμοια ζητεῖ τὸ ὅμοιον καὶ τὰ ἀνόμοια μὴ τὸν αὐτὸν ὅταν μὴ ᾖ τις παραλλαγὴ τῆς φύσεως. ἐν οἷς καὶ τὰ περὶ τὴν ἐλάτην καὶ πεύκην ἐστίν· ἡ μὲν γὰρ χαίρει παλισκίοις ἡ δὲ πεύκη τοῖς προσείλοις ἐν ἐκείνοις δὲ οὐ φύεται παράπαν ἢ κακῶς. θερμὰ μὲν ἴσως ἄμφω καθάπερ φασὶν ἀλλ᾽ ἡ μὲν ἐλάτη ξηρὸν ἡ δὲ πεύκη ὑγρόν· σημεῖον δὲ καὶ ἡ τῆς πίττης γένεσις· ἅμα δ᾽ ὑγρότητος πλῆθος καὶ ὁ πρόσειλος τόπος οἰκεῖος· πέψις γὰρ οὕτω μᾶλλον· ἀεὶ δὲ κατὰ τὸ ὑπεραῖρον ἡ ὄρεξις.
ᾗ καὶ δῆλον ὡς ἐν τοῖς δοκοῦσι παραλλάττειν τῶν ὁμογενῶν ἀεί τινα ζητητέον τοιαύτην διαφοράν. ἐπεὶ ὅσα μὴ ὁμογενῆ τὸν αὐτὸν ζητεῖ καθάπερ ὁ κιττὸς καὶ τὰ πάρυδρα καὶ ἀλσώδη ῥᾴδιον εἰπεῖν· ὁ μὲν γὰρ θερμὸς καὶ ξηρὸς τῶν δὲ ἡ φύσις
ὅλως συγγενής. ἔνια δὲ καὶ τούτων ἐν ταῖς καθ᾽ ἕκαστον διαφοραῖς ἔδειξε τὴν αἰτίαν. ὁμοίως δὲ καὶ ὅσα φιλόσκεπα τυγχάνει καὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων ὥσπερ ἡ ῥόα καὶ ὁ μύρρινος καὶ ὁ μὲν πυκνὸς ὢν καὶ ξηρὸς ἡ δὲ μανὴ καὶ οὐ ξηρά·τὸν μὲν γὰρ καρπὸν ἀμφότερα πυρηνώδη καὶ οὐχ ὑγρὸν ἔχει. τῷ μὲν οὖν ἡλίῳ παραδιδόμενος ταχὺ καταξηραίνεται σκιατροφούμενος δὲ καὶ μετρίως εἰσλάμποντος σώζει τε τὴν οἰκείαν ὑγρότητα καὶ πεπαίνει δι᾽ ὃ καὶ τὰς ῥόας πυκνὰς φυτεύουσι καὶ τοὺς μυρρίνους ἵνα συσκεπάζωσιν ἄλληλα καὶ προβολὴν ἔχωσι τοῦ ἡλίου· ἅμα δὲ καὶ τῷ μὴ πολύρριζα τυγχάνειν οὐκ ἐνοχλοῦνται κατὰ τὰς τροφάς. εἰ γὰρ αὖ τἀναντία τις οὕτω φυτεύοι καθάπερ ἄμπελον καὶ συκῆν οὐκ ἂν ὁμοίως εὐκαρποῖ· ἔνυγρα γὰρ ὄντα καὶ πέψεως δεῖται πλείονος.
αἱ μὲν οὖν τῶν τόπων παραλλαγαὶ διὰ τοιαύτας τινάς εἰσιν αἰτίας ὅπου μὴ καὶ ἄλλο τι συμβαίνει κώλυμα καὶ σίνος πρὸς εὐκαρπίαν ὥσπερ περὶ Τάραντα ταῖς ἐλάαις· ἢ γὰρ ἀπνοίᾳ κατὰ τὴν ἄνθησιν ἀποκάεται τὰ πολλὰ ἢ ὅταν πνέῃ τοιοῦτόν τι πνεῖ πόντιον ὃ τῇ ἅλμῃ τῇ ἐπιφερομένῃ κατεσθίει καὶ λυμαίνεται τὰ ἄνθη. δοκεῖ δὲ καὶ ὁμίχλη τις ἄνευ πνοῆς ἐκβαίνειν ἣ ὅταν ἅψηται τῶν ἀνθῶν ἀποκάει δι᾽ ὃ καὶ μάντεις θύουσιν ὥστε μὴ ἐκβῆναι καί φασι κωλύειν. τὸν αὐτὸν δὲ τρόπον καὶ εἴ τι πάλιν σωτήριον ἢ καὶ πρόσφορόν ἐστι τοῦ ἀέρος· ἐνίοτε γὰρ τῶν ἐδαφῶν ὄντων φαύλων ὁ ἀὴρ ἐκτρέφει τῇ εὐκρασίᾳ καθάπερ ἐλέχθη καὶ τοῖς οἰκείοις πνεύμασιν.
Εἰ δὲ ἥ γε πέψις τῶν καρπῶν τοῖς μὲν ὑπὸ θερμοῦ δοκεῖ τοῖς δ᾽ ὑπὸ ψυχροῦ γίνεσθαι κατὰ συμβεβηκὸς ἥ γε ὑπὸ τοῦ ψυχροῦ γινομένη. τὸ γὰρ θερμὸν ἐν ἀμφοῖν πέττει καὶ μία τις ἡ αἰτία φανερὸν δὲ οὐχ ὁμοίως διὰ τὴν ἀντιπερίστασιν. ὅλως γὰρ πάντων τῶν
τοιούτων τὰς αὐτὰς δυνάμεις ὑποληπτέον αἰτίας εἶναι. ξυμβαίνει δὲ δὴ τοῖς ὀψικάρποις ὑπὸ τοῦ χειμῶνος πεπαίνεσθαι περικαταλαμβανομένοις τῇ ὥρᾳ. ὀψίκαρπα δ᾽ ὥσπτερ ἐλέχθη διὰ πλείους αἰτίας. ὅσα μὲν οὖν ὑγρὰ τῇ φύσει συντονωτέρων δεῖται τῶν ψυχρῶν ὥσπερ ἡ ἄμπελος· οὕτω γὰρ μᾶλλον ἡ πέπανσις. ὅσα δὲ ξηροκαρπότερα καθάπερ ὁ μύρρινος, καὶ γὰρ τοῦτο τῶν ὀψικάρπων, ἐλαφροτέρων· ἀποξηραίνει γὰρ καὶ ἀποστύφει τὸ ἄγαν. ἡ δ᾽ εὐκρασία καὶ ὁ ὑγρότερος καὶ ὁ ὑπὸ νότου ἀὴρ εὐτροφώτατος.ἐπεὶ οὐδὲ τὰ ὑγρότερα τῇ φύσει πέττουσιν αἱ ὑπερβολαὶ τῶν χειμώνων ἀλλὰ τὰ μὲν ὅλως ἀποξηραίνουσι τῶν δ᾽ ἐξαιροῦνται τὸν οἰκεῖον χυλὸν ὥσπερ τῶν συκῶν. ἀντέχειν δὲ μάλιστα δύναται τά τε ἐν ὑγρότητι λιπαρόν τι ἔχοντα καθάπερ τῶν ἀγρίων τὰ μιμαίκυλα καὶ ἔνια γεώδη καὶ στρυφνὰ καὶ ἰσχυρὰ τὴν φύσιν οἷον βάλανος ἀχρὰς οὖον· ὀψὲ γὰρ ταῦτά γε λαμβάνει τὴν οἰκείαν ὑγρότητα. τοιαῦτα δὲ καὶ τὰ μέσπιλα καὶ τὰ μῆλα τὰ ἄγρια καὶ πάνθ᾽ ὅλως ἃ δύναται ἀφαιρεθέντα πεπαίνεσθαι καθάπερ ἡ ἀχρὰς καὶ τὸ οὖον, οὐ τὴν αὐτὴν μὲν πέπανσιν ἥνπερ καὶ ἐπὶ τῷ δένδρῳ τὴν φυσικὴν ἔχουσαν δέ τινα γλυκύτητα τὴν ποιοῦσαν ἐδώδιμα, εἴτ᾽ οὖν σῆψιν αὐτὴν χρὴ λέγειν ὥσπερ ἐπὶ τῶν δρυπεπῶν ἐλαῶν φασιν εἴτε καὶ ἄλλην τινὰ διάθεσιν ἡνπεροῦν.
οὐ μὴν ἀλλ᾽ ἴσως οὐθὲν ἂν κωλύοι καὶ τῇ ἔσωθεν θερμότητι πέττεσθαι καθάπερ τὰ οὖα πεπαυμένης ἤδη τῆς ἐπιρροῆς ἐκ τῶν δένδρων· τότε μὲν γὰρ ἀεί τινος ἐπιούσης οὐκ ἐκράτει κωλυόμενα ἅμα διὰ τὰ ψύχη, μὴ προσγινομένης δ᾽ ἑτέρας ἅμα δὲ καὶ τοῦ θερμοῦ συγκατακλειομένου δι᾽ ἄμφω πέττεται καὶ λαμβάνει τὴν μεταβολήν· ἐπεὶ καὶ οἱ ἐπὶ τῶν δένδρων καρποὶ πεπαινόμενοι καθάπερ οἱ βότρυες ἀφαιρεθέντες γλυκύτεροι γίνονται τοῦ ὑδατώδους ὑπὸ τοῦ
ἡλίου καταξηραινομένου, ἐπ᾽ αὐτῶν δὲ τῶν ἀμπέλων ὅταν ἐπιστρέφωσι ἢ καὶ γηράσαντες ἀποσταφιδωθῶσι.σχεδὸν δὲ καὶ ἐν τοῖς ἄλλοις γίνεταί τις τοιαύτη μεταβολὴ τῶν μὲν ἐπ᾽ ἔλαττον τῶν δ᾽ ἐπὶ πλεῖον, ἔνια δ᾽ ἐναντίως. καὶ γὰρ ἐπ᾽ αὐτῶν τῶν δένδρων ἐν τόποις θερμοῖς καὶ οἰκείοις ἀπέπαντα μὴ ἐπικνισθέντα καὶ ἐπαλειφθέντα ἐλαίῳ καθάπερ καὶ πρότερον ἐλέχθη διὰ τὴν εὐτροφίαν, ὥσπερ καὶ τὰ ἐν Αἰγύπτῳ συκάμινα, τοῦτο δὲ παθόντα καὶ ἀπέρασίν τινα ἔλαβεν ὑγροῦ καὶ πνεύματος καὶ τὸ θερμὸν εἰσδέχεται. τῶν δὲ λαχανωδῶν ἔνια καὶ τὸ ὅλον ἀπέπαντα καὶ ἀμετάβλητα καθάπερ ἡ κολοκύνθη. πέψεως μὲν οὖν καὶ ἀπεψίας καὶ ἁπλῶς τῶν γινομένων μεταβολῶν ἐν τούτοις αἱ αἰτίαι.