On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

δηλοῦν δὲ οἴονται καὶ τὴν τῶν ἀνθρώπων τοιαύτην φύσιν· τοὺς γὰρ ἐκλίμους καὶ χαίρειν μάλιστα ταύτῃ καὶ ἐπιδιδόναι πρὸς εὔχροιαν καὶ ἰσχύν· ἰσχνὰ γὰρ ὄντα τὰ σώματα δεῖσθαι τροφῆς πολλῆς καὶ πιείρας· ὑπὸ δὲ τῶν ξηρῶν καὶ λυπρῶν οὐθὲν ὠφελεῖσθαι διὰ τὸ μὴ ἀπολαύειν ἀλλὰ καὶ ἐπικίνδυνα εἶναι πρὸς νόσους ἄλλας τε καὶ μάλιστα δὴ τὰς τῆς κοιλίας. ὁμοίως δὲ καὶ ἐπὶ τῶν δένδρων ἔχει τοῦτο, πλὴν ταῦτα μὲν ὅμοια διατελεῖ τὸ δὲ σῶμα ὅταν ἀνακομισθῇ μεταβαίνει εἰς τὴν τετριμμένην καὶ ἄκνισον.

οὗτος μὲν οὖν καθόλου τις διορισμός. διαφοραὶ δὲ πολλαὶ καὶ τῆς γῆς καὶ τῶν δένδρων, ὥσπερ καὶ τῶν ἀμπέλων ταῖς μὲν ἡ πεδεινὴ ταῖς δ᾽ ἡ ὀρείνη μᾶλλον ἁρμόττει καὶ ἐν αὐταῖς ταύταις αἱ τοιαίδε ταῖς τοιαῖσδε· μικραὶ δὲ παραλλαγαὶ φαινόμεναι μεγάλας

ποιοῦσι ῥοπὰς εἰς τὴν φύσιν. τὸ δ᾽ ἁπλοῦν ῥᾴδιον εἰπεῖν ὥσπερ καὶ κελεύουσι τὰ μὲν στερεὰ καὶ πυκνὰ ἐν τοῖς ξηροῖς καὶ πυκνοῖς φυτεύειν, τὰ δ᾽ ἀραιὰ καὶ ὑγρὰ ἐν τοῖς μαλακωτέροις καὶ ἐφυγροτέροις· ἑκατέροις γὰρ οὕτως αἱ τροφαὶ δὲ δῆλον ὅτι σύμμετροι, τοῖς μὲν πολλῆς δεομένοις τοῖς δ᾽ ὀλίγης.

καὶ τὸ καθόλου λεχθὲν ὑπὲρ πάντων ἴσως τῶν δένδρων ἀληθὲς ὅτι καθ᾽ ἑκατέρας τὰς χώρας ἑκάτερα δεῖ καὶ τῶν δένδρων φυτεύειν, ἀλλ᾽ ἐν τοῖς καθ᾽ ἕκαστα τὸ ἀκριβὲς μᾶλλον ἴσως αἰσθητικῆς δεῖται συνέσεως λόγῳ δὲ οὐκ εὐμαρὲς ἀφορίσαι· ἐπεὶ καὶ ταῖς πρὸς τὸν ἥλιον διαφοραῖς οἷον ἀνιόντα ἢ δυόμενον ἢ μεσοῦντα ἤ πως ἄλλως ἔχοντα δεῖ μὴ ἀγνοεῖν ποῖα τῶν φυτῶν τὰ οἰκεῖα καὶ ὅλως καὶ τῶν ὁμογενῶν· ὅπερ οἵ γ᾽ ἀμπελουργοὶ πειρῶνται διαιρεῖν ὅταν συνάγκειάν τινα λαβόντες φυτεύσωσιν· οὐ γὰρ ταὐτὰ τιθέασιν εἰς ἑκάτερον τὸ μέρος ἀλλὰ διαιροῦσιν καὶ ποιεῖ μεγάλην διαφορὰν οὕτω τε φυτευθέντα καὶ ἀνάπαλιν. ὁμοίως δὲ τοῦτ᾽ ἔχει καὶ ἐπὶ τῶν λοιπῶν.

ἀλλ᾽ ὥσπερ ἐλέχθη πρότερον αἰσθητικῆς δεῖται ταῦτα συνέσεως. ὡς δ᾽ ἁπλῶς εἰπεῖν ἡ μέσην ἔχουσα τῶν ἐναντίων κρᾶσιν πυκνοῦ καὶ ἀραιοῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ κούφου καὶ βαρέος ἔτι δὲ τὰ ἄνω πρὸς τὰ κάτω σύμμετρα τούτοις πασῶν ἀρίστη πρὸς ἅπαντα ὡς εἰπεῖν δένδρα τε καὶ σπέρματα. φαίνεται γὰρ ὁμοιότητα ἔχειν τῷ ἀέρι πρὸς τὰς ἄλλας χώρας. οὐ μὴν ἀλλ᾽ αὐτῶν γε τούτων ἡ πρὸς θάτερον μέρος ἀποκλίνουσα τῆς ἐναντιώσεως κρείττων ἣν δὴ καὶ ἁπλῶς τίθενταί τινες ἀρίστην οἷον τὴν κούφην καὶ μανὴν καὶ ἔνικμον· ἔχει τε γὰρ τροφὴν ἐν ἑαυτῇ καὶ εὐδίοδός ἐστι ταῖς ῥίζαις· ἡ δὲ πυκνὴ καὶ βαρεῖα καὶ ξηρὰ δῆλον ὡς ἐναντία.

κατὰ δὲ τὰς παραλλαγὰς τῶν ἀντιθέσεων καὶ τὰς πρὸς ἕκαστον ἕξουσιν ἤδη διαφοράς· οἷον ἐὰν ᾖ μανὴ μὲν καὶ λεπτὴ βαθύγεως δὲ

καὶ ξηρὰ καὶ ἄϋδρος δενδροφόρος μὲν ἀγαθὴ σιτοφόρος δὲ κακή· διὰ γὰρ τὴν μανότητα δίεισιν εἰς βάθος τὸ χειμερινὸν ὕδωρ ὥστε τὸν μὲν σίτον μὴ ἐφικνεῖσθαι διὰ τὸ ἐπιπολῆς εἶναι τὰ δένδρα δ᾽ εἰς βάθος καθιέντα τὰς ῥίζας ἐφικνεῖσθαι καὶ ἕλκειν. ὡσαύτως δὲ καὶ εἴ τις ἄλλη τοιαύτη διαφορά· τὸ γὰρ πρόσφορον ἀποδώσει τινὶ γένει διὰ τὴν παραλλαγήν. οὐκ ἀλόγως δὲ οὐδ᾽ ὅσοι ταύτην ἀρίστην ὑπολαμβάνουσιν ἥτις ἂν ᾖ θερμή τε καὶ ἔνικμος· ἄμφω γὰρ ἔοικεν ἔχειν ἃ δεῖ τροφήν τε καὶ τὸ κατεργαζόμενον --- εὐλόγως δὲ καὶ μετὰ τὸ πρῶτον ὕδωρ ἀτμίζειν· ἀλλὰ τὴν μὲν ἔνικμον αὐτῆς εἶναι τὴν δὲ ξηράν. τὴν μὲν οὖν ἔνικμον σιτοφόρον ἀγαθήν· ἱκανὸν γὰρ ἔχειν πρὸς τὴν ἐκτροφὴν ὑγρὸν τῷ σίτῷ τοῖς δὲ δένδροις ἔλαττον. τὴν δὲ ξηρὰν σιτοφόρον φαύλην διὰ τὸ μὴ ἔχειν μηδὲ τούτῳ τροφὴν ἀρκοῦσαν.