On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ἑπόμενον δέ πως τούτοις ἐστὶ περὶ τῶν ὡραίων ὑδάτων εἰπεῖν. ὡραιότατα μὲν γὰρ τὰ χειμερινὰ διὰ τὰς λεχθείσας αἰτίας. δεύτερα δὲ τὰ πρὸ τῆς

βλαστήσεως· οὕτω γὰρ ἀθροωτέρα τε καὶ καλλίων ἡ βλάστησις ἐκπληρωθέντων πάντων ταῖς τροφαῖς· εἰ δὲ μὴ ἀβλαστεῖς καὶ ἄμπελοι γίνονται καὶ τἆλλα τῶν μὲν ἐχόντων τῶν δὲ λειπομένων. τρία δὲ τὰ μετὰ τὴν ἀπάνθησιν ἃ πρὸς τὴν ἐκτροφὴν ἤδη καὶ τελείωσίν ἐστι, ταῦτα δὲ μὴ εὐθὺς ἀλλ᾽ ὅταν ὁ καρπὸς ἰσχύσῃ· εἰ δὲ μὴ συμβαίνει τὰ μὲν ἄλλα καὶ ἀπορρεῖν κἂν μὴ τοῦτο πάθῃ διυγραινόμενα χείρω καὶ ἀσθενέστερα γίνεσθαι τὴν δ᾽ ἐλάαν καὶ ἐπιβλαστοῦσαν ἀποβάλλειν ἅτε τῆς τροφῆς ἰούσης εἰς τὸν βλαστόν. ἀώρια μὲν οὖν ταῦτα.

χείριστα δὲ καὶ παρακαιρότατα τὰ περὶ τὰς ἀνθήσεις ἑκάστων. ἅπαντα γὰρ ἀσθενῆ καὶ πάνθ᾽ ὡς εἰπεῖν ἢ τά γε πλεῖστα ἀπόλλυται καὶ ἀποπίπτει τὰ μὲν ἐρυσιβούμενα τὰ δὲ ὑγραινόμενα τὰ δὲ ἐπιμένοντα χεῖρον ἀνθεῖ. καὶ τοῦτ᾽ οὐχ ἧττόν ἐστιν ἐν τοῖς φρυγανικοῖς καὶ τοῖς ποιώδεσι πλὴν εἴ τινων ὀλίγων οἷον τὰ στεφανωτικὰ καὶ ὅλως τὰ ἄγρια καὶ αὐτόματα τῶν ἀνθῶν ἔτι δὲ τῶν ποιωδῶν ἔνια καὶ τῶν ἡμέρων σπερμάτων τὰ χεδροπά· ταῦτα δὲ διαμένει δυοῖν θάτερον ἢ δι᾽ ἰσχὺν ἑαυτῶν τε καὶ τῶν προσφύσεων καθάπερ καὶ τὸ ῥόδον καὶ τὸ κρίνον καὶ τὰ ἄλλα ὅσα τούτοις ὅμοια ἢ διὰ ξηρότητα τῆς ὅλης φύσεως ἀναλαμβανόντων τὸ ὑγρόν· ἐπικρατεῖ γὰρ οὕτω τὸ δ᾽ ἐπικρατοῦν ἀπαθές.

ὧν δὲ οἱ καρποὶ χρονιώτεροι καὶ πλείονος δεόμενοι τροφῆς καὶ πέψεως τούτοις ὡραῖα καὶ τὰ ὀψιαίτερα καθάπερ ἀμπέλῳ ῥόᾳ ἐλάᾳ τοῖς ἄλλοις, ἁπλῶς δὲ ἑκάστοις πρὸς τὴν αὐτοῦ τελείωσιν. δι᾽ ὃ καὶ οὐχ ὁ αὐτὸς ἅπασι καιρὸς ὥσπερ ὁ τοῦ χειμῶνος πρὸς τὴν βλάστησιν ἀλλ᾽ ἕτερος τοῖς ὀψικάρποις καὶ πρωϊκάρποις, ὥσπερ καὶ τῶν σπερμάτων τοῖς τριμήνοις καὶ ἁπλῶς τοῖς ὀψίοις καὶ πρωΐοις. ἁπλῶς δ᾽ αἰεὶ τὰ βόρεια βελτίω τῶν νοτίων· καὶ γὰρ ψυχρότερα καὶ τὴν ἀπόλαυσιν ποιεῖ πλείω ξυνεστηκότων καὶ ἰσχυόντων καὶ τῶν

καρπῶν καὶ τῶν δένδρων.

δι᾽ ὃ καὶ τὰ ἐπιγινόμενα πνεύματα ὠφελεῖ καὶ μάλιστ᾽ ἐὰν ᾖ βόρεια· περιαιρεῖ γὰρ ταῦτα καὶ ἀπόλαυσιν ποιεῖ πλείω, ἔτι δὲ ἀφαιρεῖ τὸ περιττὸν καὶ ἀποξηραίνει καὶ οὐκ ἐᾷ προσκαθήμενον διυγραίνειν οὐδ᾽ ὑπὸ τοῦ ἡλίου συνεψόμενον λυμαίνεσθαι. διὰ ταῦτα γὰρ καὶ τὰ παραπλήσια καὶ τὰ νυκτερινὰ βελτίω τῶν ἡμερινῶν· ἀπόλαυσίς τε γὰρ γίνεται πλείων μὴ εὐθὺς ἀφαιρουμένου τοῦ ἡλίου καὶ τῶν ἄλλων ἀκινδυνότερα.

Τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν πνευμάτων τὰ βόρεια τῶν νοτίων βελτίω καὶ τὰ πόντια τῶν ἀπογείων ὅτι ψυχρότερα καὶ τὰ ἀπὸ δύσεως τῶν ἀφ᾽ ἑῴων. καθόλου γὰρ ὡς εἰπεῖν τὰ ψυχρὰ τῶν θερμῶν ἐὰν μὴ ἀρτιβλαστῆ ᾖ ἢ καὶ ἐν ἀνθήσει λαμβάνῃ· τότε γὰρ ἀποκάει τὰ ψυχρὰ καθάπερ εἴρηται. βελτίω δὲ καὶ τὰ ζεφύρια καὶ αἱ τροπαὶ καὶ ὅλως αἱ αὖραι τῶν σκληρῶν καὶ διατόνων· τὰ μὲν γὰρ τρέφει θάτερον δὲ πιλοῖ καὶ κωλύει τὰς αὐξήσεις. ἰσχύει δ᾽ ἕκαστον κατὰ τὴν θέσιν τῆς χώρας· ἄλλα γὰρ ἄλλοις τοιαῦτα καθάπερ ἐλέχθη καὶ πρότερον· δι᾽ ὃ καὶ ὡς μὲν ἐπίπαν εἰπεῖν βελτίω τὰ βόρεια τῶν νοτίων.

οὐ μὴν ἀλλ᾽ ἐπείπερ αἱ παραλλαγαὶ καὶ τῆς χώρας ποιοῦσι τὰς δυνάμεις καὶ δεῖ τοῦ μὲν χειμῶνος εἶναι θερμὰ τοῦ δὲ θέρους ψυχρά· βοηθεῖ γὰρ οὕτως ἑκάτερα πρὸς τὰς ὥρας ὥσπερ εἴπομεν, ἐὰν δὲ ὅμοια βλάπτει, ποιεῖ γὰρ ὑπερβολήν. εὔλογον δὴ μὴ τὰ αὐτὰ πᾶσιν εὔτροφα καὶ ὠφέλιμα καὶ βλαβερὰ γίνεσθαι· δι᾽ ὃ τοῖς μὲν ὁ νότος ἐπισινὴς τοῖς δ᾽ ὠφέλιμος, ὡσαύτως δὲ καὶ ὁ ζέφυρος καὶ τῶν ἄλλων ἕκαστος. ἅπασι δὲ χαλεπὰ καθάπερ εἴρηται τὰ κατὰ τὴν βλάστησιν εὐθὺς ἢ θερμὰ λίαν ἢ ψυχρὰ πνέοντα· διαφθείρει γὰρ ἄμφω διὰ τὴν ἀσθένειαν.

ὡς δὲ τὸ σύνολον εἰπεῖν εὔπνουν εἶναι χρὴ τὸν τόπον· ἕτερος δ᾽

εὔπνους καὶ ὅλως ὁ προσήνεμος ἀναυξής. σχεδὸν δ᾽ ὁμολογουμένη τις καὶ ἡ τοῦ ἀέρος διάθεσίς ἐστι τούτοις· ὁ γὰρ εὐκραὴς ἀὴρ ὡς ἁπλῶς εἰπεῖν ἄριστος τοῖς δένδροις εὐβλαστὴς ὢν καὶ εὔκαρπος, οἱ δὲ περισκελεῖς ἐφ᾽ ἑκάτερα διαφθείρουσιν οἱ μὲν τοὺς καρποὺς οἱ δ᾽ ὅλως καὶ τὰ δένδρα, πλὴν ὅσα πέφυκεν οἰκεῖα τούτοις· ἔνια γὰρ δὴ ταῖς ὑπερβολαῖς χαίρει καὶ τὰ μέν ἐστι φιλόθερμα καθάπερ φοῖνιξ τὰ δὲ φιλόψυχρα μᾶλλον ὥσπερ ὁ κιττὸς καὶ ἡ ἐλάτη· ταῦτα γὰρ ὅλως ἐν τοῖς ἐμπύροις οὐ φύεται, χαλεπῶς δὲ καὶ πύξος καὶ φιλύρα καθάπερ ἐν ταῖς ἱστορίαις εἴπομεν.