On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ἀλλὰ τοῦτο μὲν ὁποτέρως ποτ᾽ ἔχει πρὸς τὸ νῦν ἀπορούμενον οὐθὲν διαφέρει. τὸ δὲ μὴ φύεσθαι χαμαὶ μηδαμῶς ἄτοπον ἄλλως τε καὶ οὕτω πολὺν καὶ ἰσχυρὸν ἔχουσαν καρπόν. εἰ δὲ καὶ σπέρματα τὰ τοιαῦτά ἐστιν οἷον τὸ περὶ Βαβυλῶνα τῇ ἀκάνθῃ περὶ τὸ ἄστρον ἐπισπειρόμενόν φασιν αὐθημερὸν ἀναβλαστάνειν καὶ ταχὺ περιλαμβάνειν καὶ τὴν ἄκανθαν, ἔτι δὲ τὸ συριακὸν βοτάνιον ὁ καλούμενος καδύτας καὶ δένδροις καὶ ἀκάνθαις ἐμφύεται καὶ ἄλλοις τισὶ, τῇ μὲν ἔλαττον ἂν εἴη τῇ δὲ πλεῖον τὸ θαυμαστόν· ἀμφότερα γὰρ ποιεῖ τὸ πλῆθος ἐν τοῖς παραδόξοις ὁτὲ μὲν ὡς πεφυκὸς οὕτω μὴ θαυμάζειν ὁτὲ δὲ μᾶλλον θαυμάζειν διὰ τὸ πλῆθος.

ἐπεὶ τό γε ἐμφύεσθαι καὶ ἐν δένδροις καὶ ἐν φυτοῖς ἑτέροις τὸ καὶ ἐν τῇ γῇ φυόμενον οὐκ ἄτοπον ἄλλως τε καὶ γινόμενον ὥσπερ ὁ κιττὸς ἐν πολλοῖς. ἔτι γὰρ τοῦτο παραδοξότερον ὅτι καὶ ἐν ἐλάφου κέρασιν ὦπται καὶ ἡ τέρμινθος δὲ ἐν ἐλάᾳ καὶ τὸ πολυπόδιον καλούμενον ἐπί τισι δένδροις καὶ ὅσα δὴ σπανιώτερα καὶ τερατωδέστερα φαίνεται, καθάπερ ἡ δάφνη ποτὲ ἐν πλατάνῳ καὶ ἐν δρυῒ καὶ τὰ ἄλλα ὅσα ὡς τέρατα προφαίνουσιν. ὅταν γὰρ εἰς γεῶδες γεγενημένον διὰ σῆψιν ἐμπέσῃ τὸ σπέρμα διεβλάστησεν εἶτα ζῇ τὴν τροφὴν τὴν ἐκ τοῦ δένδρου λαμβάνον, ὃ καὶ ἐπὶ τοῦ κιττοῦ τοῦ περὶ τὰ κέρατα βλαστοῦντος εἴπερ ἦν οὐκ ἄλογον.

ἀλλὰ τὸ ἐν ἑτέρῳ μόνον φύεσθαι χαμαὶ δὲ μὴ τοῦτ᾽ ἄτοπον· προσφιλῆ γὰρ δὴ ἀλλήλοις καθάπερ καὶ τὰ ζῶα καὶ τὰ φυτὰ τάχ᾽ ἂν εἴη· τὸ δ᾽ ὅλως ἐπὶ τῆς γῆς μὴ φύεσθαι θαυμαστὸν ἄλλως τε καὶ καρπὸν ἔχον καὶ σπέρμα καὶ ἀπὸ τούτου βλαστάνον. εἰ γὰρ ἦν ἐκ διαφθορᾶς τινος τῶν ἐν τοῖς δένδροις ἡ γένεσις ὥσπερ ἐν τοῖς ζώοις ἐγγίνεται τοιαῦτα ζῶα λόγον rorrs. II.

τινὰ εἶχεν· ἀλλ᾽ οὐκ ἔστιν οὐδὲ γίνεται πλὴν ἀπὸ σπέρματος ὅταν οἱ ὄρνιθες ἐσθίοντες τὸν καρπὸν προΐωνται τὴν περίττωσιν ἐπὶ τῶν δένδρων· τότε γὰρ αὐτὸς ὁ καρπὸς σωζόμενος καὶ ἐπιμείνας διεβλάστησε.

τὸ μὲν οὖν θαυμαστὸν πολὺ καὶ ἐκ πολλῶν. ἔοικεν οὖν ὅμοιόν τι συμβαίνειν ταῖς ἐμφυτείαις καὶ τοῖς ἐνοφθαλμισμοῖς· ἑτοιμοτέραν γὰρ λαμβάνει τροφὴν καὶ ὥσπερ κατειργασμένην καὶ πεπεμμένην σχεδὸν ὃ καὶ ἡ ἰξία ζητεῖν φαίνεται. τὸ δὲ τοιαύτης δεόμενον ἀσθενὲς ἂν εἴη τῇ φύσει, τοῦτο δὲ πάλιν οὐκ ἔοικεν ἀλλ᾽ ἰσχυρὸν εἶναι καὶ τρόφιμον καὶ ἡ ἰξία καὶ ἡ στελὶς καὶ τὸ ὑφέαρ· τούτοις γὰρ δὴ καὶ τοὺς βοῦς καὶ τὰ ὑποζύγια χιλεύουσι καὶ ἀνατρέφουσι μετὰ τοὺς θερισμούς. ἔτι δὲ καὶ αὐτὸς ὁ καρπὸς τῆς ἰξίας μηνύει τὴν ἰσχύν.