On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

οὐδὲ γὰρ κατὰ τὴν γένεσιν οὐδὲν μεταβάλλει τὰς μορφὰς ὥσπερ ἔνια τῶν ζώων ἀλλ᾽ ἁπλῆ τις ἡ φύσις πάντων. ἀλλ᾽ αἱ μεταβολαὶ γίνονται καθάπερ πολλάκις λέγεται τοῖς τε χυλοῖς μάλιστα καὶ ταῖς ὀσμαῖς καὶ τοῖς μεγέθεσιν αὐτῶν τε τῶν καρ

πῶν καὶ τῶν φύλλων, καὶ γὰρ τὰ στενόφυλλα πλατυφυλλότερα γίνεται, καὶ ὅλως τῶν μερῶν τούτων. διὰ τοῦτο καὶ ζητεῖ τόπον ἕκαστον οἰκεῖον, οἰκεῖος δ᾽ ἐν ᾧπερ εὐθενεῖ.

δι᾽ ὅπερ καὶ οὐ πᾶσιν ὁ ἄριστος ἀλλ᾽ ἔνια λεπτὴν καὶ λυπρὰν χώραν φιλεῖ τὰ δὲ ὕφαμμον ἔνια δὲ καὶ ἁλμώδη τινὰ καθάπερ ἡ ῥάφανος. διττῶς δὲ καὶ τὸ τῆς χώρας πρόσφορον· ἢ γὰρ τὸ οἰκεῖον τῆς φύσεως ἢ τὸ πρὸς ἰσχὺν καὶ δύναμιν ἁρμόττον, οἷον ταῖς ἀμυγδαλαῖς ἡ λεπτή· βαθείας γὰρ οὔσης καὶ πιείρας ἐξυβρίσασαι διὰ τὴν εὐτροφίαν ἀκαρποῦσι. καὶ καθόλου περὶ τῶν δένδρων εἴρηται πρότερον· ἀλλὰ δὴ τὰ μὲν περὶ τὰς ἀλλοιώσεις καὶ μεταβολὰς ἀχρὶ τούτων διωρίσθω.

Θαυμασιώτατον δ᾽ ἂν δόξειε καὶ ὅλως ἄτοπόν τι καὶ παράδοξον εἶναι τὸ ἔνια μὴ δύνασθαι βλαστάνειν ἐν τῇ γῇ καὶ σπέρματα καὶ φυτὰ καθάπερ ἡ ἰξία καὶ ἡ στελὶς καὶ τὸ ὑφέαρ, ὧν τὴν μὲν καλοῦσιν Εὐβοεῖς τὸ δὲ ὑφέαρ Ἀρκάδες, ἡ δὲ ἰξία κοινή· φασὶν οὖν οἱ μὲν εἶναι πάντα μίαν τινὰ φύσιν τῷ δὲ ἐν ἑτέροις φύεσθαι διαφέρειν καὶ δοκεῖν. τὸ γὰρ ὑφέαρ ἐν ταῖς ἐλάταις καὶ πεύκαις γίνεται καὶ ἡ στελὶς ἡ δ᾽ ἰξία καὶ ἐν δρυῒ καὶ ἐν τερμίνθῳ καὶ ἐν ἑτέροις πλείοσιν.

οἱ δὲ διαφέρειν καὶ σημεῖον λέγουσιν οὐ μικρὸν εἰ γὰρ ἀληθὲς ὡς οὐ μόνον ἐν τοῖς ὁμογενέσιν ἕκαστον ἐμφύεται τούτων οἷον ἐλάταις καὶ πεύκαις ἀλλὰ καὶ ἐν τῷ αὐτῷ πλείω καθ᾽ ἑκάτερον τῶν μερῶν ἔνθεν μὲν στελὶς ἢ ἰξία ἔνθεν δὲ ὑφέαρ· ἔτι δὲ οὐ μόνον τὰς μορφὰς ἀλλ᾽ οὐδὲ τοὺς καρποὺς ὁμοίους ἔχειν φασὶ καὶ τοῦτό γε πανταχόθεν διατηρεῖσθαι καὶ ἐν ταῖς πλεῖστον διαφερούσαις χώραις. ἐπεὶ τό γε τὴν μὲν ἀείφυλλον εἶναι τῶν ἰξιῶν τὴν δὲ φυλλοβόλον οὐθὲν ἄτοπον, κἂν ἡ μὲν ἐν ἀειφύλλοις ἡ δὲ ἐν φυλλοβόλοις ἐμβιῴη· συμβαίνει

γὰρ ἔνθα μὲν ἔχειν ἔνθα δὲ μὴ ἔχειν διαρκῆ τὴν τροφήν· αἰτία δὲ αὕτη τῆς ἀειφυλλίας καὶ μὴ καθάπερ εἴπομεν.

ἀλλὰ τοῦτο μὲν ὁποτέρως ποτ᾽ ἔχει πρὸς τὸ νῦν ἀπορούμενον οὐθὲν διαφέρει. τὸ δὲ μὴ φύεσθαι χαμαὶ μηδαμῶς ἄτοπον ἄλλως τε καὶ οὕτω πολὺν καὶ ἰσχυρὸν ἔχουσαν καρπόν. εἰ δὲ καὶ σπέρματα τὰ τοιαῦτά ἐστιν οἷον τὸ περὶ Βαβυλῶνα τῇ ἀκάνθῃ περὶ τὸ ἄστρον ἐπισπειρόμενόν φασιν αὐθημερὸν ἀναβλαστάνειν καὶ ταχὺ περιλαμβάνειν καὶ τὴν ἄκανθαν, ἔτι δὲ τὸ συριακὸν βοτάνιον ὁ καλούμενος καδύτας καὶ δένδροις καὶ ἀκάνθαις ἐμφύεται καὶ ἄλλοις τισὶ, τῇ μὲν ἔλαττον ἂν εἴη τῇ δὲ πλεῖον τὸ θαυμαστόν· ἀμφότερα γὰρ ποιεῖ τὸ πλῆθος ἐν τοῖς παραδόξοις ὁτὲ μὲν ὡς πεφυκὸς οὕτω μὴ θαυμάζειν ὁτὲ δὲ μᾶλλον θαυμάζειν διὰ τὸ πλῆθος.

ἐπεὶ τό γε ἐμφύεσθαι καὶ ἐν δένδροις καὶ ἐν φυτοῖς ἑτέροις τὸ καὶ ἐν τῇ γῇ φυόμενον οὐκ ἄτοπον ἄλλως τε καὶ γινόμενον ὥσπερ ὁ κιττὸς ἐν πολλοῖς. ἔτι γὰρ τοῦτο παραδοξότερον ὅτι καὶ ἐν ἐλάφου κέρασιν ὦπται καὶ ἡ τέρμινθος δὲ ἐν ἐλάᾳ καὶ τὸ πολυπόδιον καλούμενον ἐπί τισι δένδροις καὶ ὅσα δὴ σπανιώτερα καὶ τερατωδέστερα φαίνεται, καθάπερ ἡ δάφνη ποτὲ ἐν πλατάνῳ καὶ ἐν δρυῒ καὶ τὰ ἄλλα ὅσα ὡς τέρατα προφαίνουσιν. ὅταν γὰρ εἰς γεῶδες γεγενημένον διὰ σῆψιν ἐμπέσῃ τὸ σπέρμα διεβλάστησεν εἶτα ζῇ τὴν τροφὴν τὴν ἐκ τοῦ δένδρου λαμβάνον, ὃ καὶ ἐπὶ τοῦ κιττοῦ τοῦ περὶ τὰ κέρατα βλαστοῦντος εἴπερ ἦν οὐκ ἄλογον.