On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ἔνιαι δὲ δοκοῦσιν ὅλων τῶν δένδρων καὶ φυτῶν αὐτόματαί τινες εἶναι μεταβολαὶ καθάπερ τὴν λεύκην ἐξαιγειροῦσθαί φασι καὶ φύλλοις καὶ τῇ ὅλῃ προσόψει καὶ τὸ σισύμβριον εἰς μίνθαν μεταβάλλειν μὴ κατεχόμενον ταῖς ἐργασίαις καὶ μεταφυτευόμενον πολλάκις, ἔτι δὲ καὶ τὸν πυρὸν ἐξαιροῦσθαι καὶ τὸ λίνον.

αὕτη μὲν οὖν εἴπερ ἀληθὴς ὥσπερ φθορά τις ἔοικεν εἶναι διὰ πλῆθος ὑγροῦ· γίνεται γὰρ δι᾽ ἐπομβρίαν. ἀλλοιωθείσης δὲ τῆς ἀρχῆς ἀλλοῖον τὸ ἀναβλαστάνον· ἡ δὲ αἶρα φίλυδρον. ἥ τε τῆς λεύκης εἰ ἄρα ἐστὶ μεταβολὴ γινομένη τις ἂν εἴη παχυνομένου τοῦ δένδρου μᾶλλον ὃ συμβαίνει διὰ τὴν ἡλικίαν· εἰς βάθος γὰρ ἡ αὔξησις

ἀπογηρασκόντων, ἐν ᾧπερ οἵ τε φλοιοὶ παχύτεροι καὶ οἱ ἀκρεμόνες μείζους καὶ πλείους.

ὁ δὲ τῶν φύλλων μετασχηματισμὸς καὶ ἑτέρων κοινός· ἐπεὶ καὶ τὰ τοῦ κρότωνος ἔνια περιφερῆ φυόμενα τὴν ἀρχὴν ὕστερον ἀπογωνιοῦται καθαπερανεὶ διαρθρούμενα· τοῦτο δ᾽ ὅτι ῥᾷον τὸ ἁπλοῦν ἢ τὸ πολυειδὲς, ἀσθενὴς δ᾽ ἡ ἀρχή. τὸ δὲ σισύμβριον εἰς μίνθαν κατὰ τὴν ὀσμὴν εἴπερ ἄρα μεταβάλλει μόνον ἀπόλλυον τὴν οἰκείαν ἐξαμαυρούμενον διὰ τὴν ἀργίαν, ἐκείνην δ’ οὐ λαμβάνον ἀλλ᾽ ὥσπερ ὅμοιον ταῖς καλαμίνθαις γινόμενον. ἡ γὰρ μεταβολὴ πᾶσιν εἰς ὅμοιόν τι καὶ οὐ πόρρω τελέως φθειρομένων.

ἡ δὲ θεραπεία καὶ ἡ μεταφυτεία κατέχει καὶ σώζει τὴν φύσιν· σημεῖον δὲ ὅτι καὶ τὸ ἄγριον τοιοῦτον τῇ ὀσμῇ· καὶ γὰρ δὴ κἀκείνῳ τὸ τῆς φύσεως ἐναντίον· ἡ μὲν γὰρ μίνθα βαθύρριζον τὸ δὲ σισύμβριον ἐπιπολῆς καὶ οὐχ ὁμοίως πολύρριζον. ὥστε μᾶλλον ἔοικεν ἐπί γε τῶν τοιούτων κατὰ φαντασίαν ἡ μεταβολὴ γίνεσθαι καὶ ὥσπερεὶ τοῦ ἡμέρου εἰς τὸ ἄγριον. οὐδ᾽ ἑτέρως δ᾽ ἄτοπον ἐπεί γε καὶ οἱ τόποι μεταβάλλουσιν.

εἰ δὲ καὶ ἐπὶ τῶν ζώων τοῦτο συμβαίνει καθάπερ φασὶν ἐπὶ τῶν ὀρνίθων καὶ χρώμασι καὶ σχήμασι καὶ δυνάμεσι καὶ τοῦτο καθ᾽ ἕκαστον ἐνιαυτὸν οὐκ ἐν πλήθει χρόνου πλείονι κἂν θαυμάσειεν ἄν τις μᾶλλον· εἰ μή τι συμβαίνει καὶ ἐνταῦθα τοιοῦτον· ἀτακτοτέραν γὰρ καὶ μᾶλλον ξυγκεχυμένην εἰκὸς ταύτην εἶναι τὴν φύσιν, τάχα δ᾽ ἰσχυροτέραν δι᾽ ὃ καὶ μεταβάλλειν οὔτε χρώμασιν οὔτε ἐν τοῖς ἄλλοις φθειρομένην· καὶ τοῦτο ἐν ὀλίγοις ὥστε εἰς ἄλλο γε μεταλλάττεσθαι φυτόν.

οὐδὲ γὰρ κατὰ τὴν γένεσιν οὐδὲν μεταβάλλει τὰς μορφὰς ὥσπερ ἔνια τῶν ζώων ἀλλ᾽ ἁπλῆ τις ἡ φύσις πάντων. ἀλλ᾽ αἱ μεταβολαὶ γίνονται καθάπερ πολλάκις λέγεται τοῖς τε χυλοῖς μάλιστα καὶ ταῖς ὀσμαῖς καὶ τοῖς μεγέθεσιν αὐτῶν τε τῶν καρ

πῶν καὶ τῶν φύλλων, καὶ γὰρ τὰ στενόφυλλα πλατυφυλλότερα γίνεται, καὶ ὅλως τῶν μερῶν τούτων. διὰ τοῦτο καὶ ζητεῖ τόπον ἕκαστον οἰκεῖον, οἰκεῖος δ᾽ ἐν ᾧπερ εὐθενεῖ.

δι᾽ ὅπερ καὶ οὐ πᾶσιν ὁ ἄριστος ἀλλ᾽ ἔνια λεπτὴν καὶ λυπρὰν χώραν φιλεῖ τὰ δὲ ὕφαμμον ἔνια δὲ καὶ ἁλμώδη τινὰ καθάπερ ἡ ῥάφανος. διττῶς δὲ καὶ τὸ τῆς χώρας πρόσφορον· ἢ γὰρ τὸ οἰκεῖον τῆς φύσεως ἢ τὸ πρὸς ἰσχὺν καὶ δύναμιν ἁρμόττον, οἷον ταῖς ἀμυγδαλαῖς ἡ λεπτή· βαθείας γὰρ οὔσης καὶ πιείρας ἐξυβρίσασαι διὰ τὴν εὐτροφίαν ἀκαρποῦσι. καὶ καθόλου περὶ τῶν δένδρων εἴρηται πρότερον· ἀλλὰ δὴ τὰ μὲν περὶ τὰς ἀλλοιώσεις καὶ μεταβολὰς ἀχρὶ τούτων διωρίσθω.

Θαυμασιώτατον δ᾽ ἂν δόξειε καὶ ὅλως ἄτοπόν τι καὶ παράδοξον εἶναι τὸ ἔνια μὴ δύνασθαι βλαστάνειν ἐν τῇ γῇ καὶ σπέρματα καὶ φυτὰ καθάπερ ἡ ἰξία καὶ ἡ στελὶς καὶ τὸ ὑφέαρ, ὧν τὴν μὲν καλοῦσιν Εὐβοεῖς τὸ δὲ ὑφέαρ Ἀρκάδες, ἡ δὲ ἰξία κοινή· φασὶν οὖν οἱ μὲν εἶναι πάντα μίαν τινὰ φύσιν τῷ δὲ ἐν ἑτέροις φύεσθαι διαφέρειν καὶ δοκεῖν. τὸ γὰρ ὑφέαρ ἐν ταῖς ἐλάταις καὶ πεύκαις γίνεται καὶ ἡ στελὶς ἡ δ᾽ ἰξία καὶ ἐν δρυῒ καὶ ἐν τερμίνθῳ καὶ ἐν ἑτέροις πλείοσιν.

οἱ δὲ διαφέρειν καὶ σημεῖον λέγουσιν οὐ μικρὸν εἰ γὰρ ἀληθὲς ὡς οὐ μόνον ἐν τοῖς ὁμογενέσιν ἕκαστον ἐμφύεται τούτων οἷον ἐλάταις καὶ πεύκαις ἀλλὰ καὶ ἐν τῷ αὐτῷ πλείω καθ᾽ ἑκάτερον τῶν μερῶν ἔνθεν μὲν στελὶς ἢ ἰξία ἔνθεν δὲ ὑφέαρ· ἔτι δὲ οὐ μόνον τὰς μορφὰς ἀλλ᾽ οὐδὲ τοὺς καρποὺς ὁμοίους ἔχειν φασὶ καὶ τοῦτό γε πανταχόθεν διατηρεῖσθαι καὶ ἐν ταῖς πλεῖστον διαφερούσαις χώραις. ἐπεὶ τό γε τὴν μὲν ἀείφυλλον εἶναι τῶν ἰξιῶν τὴν δὲ φυλλοβόλον οὐθὲν ἄτοπον, κἂν ἡ μὲν ἐν ἀειφύλλοις ἡ δὲ ἐν φυλλοβόλοις ἐμβιῴη· συμβαίνει

γὰρ ἔνθα μὲν ἔχειν ἔνθα δὲ μὴ ἔχειν διαρκῆ τὴν τροφήν· αἰτία δὲ αὕτη τῆς ἀειφυλλίας καὶ μὴ καθάπερ εἴπομεν.